Romans 13
Study Bible PAR ▾ 
Submission to Authorities

Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω οὐ γὰρ ἔστιν ἐξουσία εἰ μὴ ὑπὸ Θεοῦ αἱ δὲ οὖσαι ὑπὸ Θεοῦ τεταγμέναι εἰσίν ὥστε ἀντιτασσόμενος τῇ ἐξουσίᾳ τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκεν οἱ δὲ ἀνθεστηκότες ἑαυτοῖς κρίμα λήμψονται οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶν φόβος τῷ ἀγαθῷ ἔργῳ ἀλλὰ τῷ κακῷ θέλεις δὲ μὴ φοβεῖσθαι τὴν ἐξουσίαν τὸ ἀγαθὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς Θεοῦ γὰρ διάκονός ἐστιν σοὶ εἰς τὸ ἀγαθόν ἐὰν δὲ τὸ κακὸν ποιῇς φοβοῦ οὐ γὰρ εἰκῇ τὴν μάχαιραν φορεῖ Θεοῦ γὰρ διάκονός ἐστιν ἔκδικος εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι Διὸ ἀνάγκη ὑποτάσσεσθαι οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε λειτουργοὶ γὰρ Θεοῦ εἰσιν εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες ἀπόδοτε πᾶσιν τὰς ὀφειλάς τῷ τὸν φόρον τὸν φόρον τῷ τὸ τέλος τὸ τέλος τῷ τὸν φόβον τὸν φόβον τῷ τὴν τιμὴν τὴν τιμήν

Love Fulfills the Law

Μηδενὶ μηδὲν ὀφείλετε εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾶν γὰρ ἀγαπῶν τὸν ἕτερον νόμον πεπλήρωκεν τὸ γάρ Οὐ μοιχεύσεις Οὐ φονεύσεις Οὐ κλέψεις Οὐκ ἐπιθυμήσεις καὶ εἴ τις ἑτέρα ἐντολή ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν 10  ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται πλήρωμα οὖν νόμου ἀγάπη

Clothe Yourselves with Christ

11 Καὶ τοῦτο εἰδότες τὸν καιρόν ὅτι ὥρα ἤδη ὑμᾶς ἐξ ὕπνου ἐγερθῆναι νῦν γὰρ ἐγγύτερον ἡμῶν σωτηρία ὅτε ἐπιστεύσαμεν 12  νὺξ προέκοψεν δὲ ἡμέρα ἤγγικεν ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους ἐνδυσώμεθα δὲ τὰ ὅπλα τοῦ φωτός 13 ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν μὴ κώμοις καὶ μέθαις μὴ κοίταις καὶ ἀσελγείαις μὴ ἔριδι καὶ ζήλῳ 14 ἀλλὰ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας

Study Bible by Bible Hub in cooperation with Helps Ministries. For comparative study, where possible, chapter and verse numbers are mapped to the traditional convention used by modern English texts.

Section Headings Courtesy INT Bible © 2012, Used by Permission

Bible Hub


Romans 12
Top of Page
Top of Page