2 Samuel 17
Swete's Septuagint ABP ▾  HEB ▾ 

Hushai Counters Ahithophel's Advice

1Καὶ εἶπεν Ἀχειτόφελ πρὸς Ἀβεσσαλώμ Ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν, καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυεὶδ τὴν νύκτα. 2καὶ ἐπελεύσομαι ἐπ᾽ αὐτόν, καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσίν, καὶ ἐκστήσω αὐτόν, καὶ φεύξεται πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ καὶ πατάξω τὸν βασιλέα μονώτατον· 3καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σέ, ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς· πλὴν ψυχὴν ἑνὸς ἀνδρὸς σὺ ζητεῖς, καὶ παντὶ τῷ λαῷ ἔσται ἐν εἰρήνῃ. 4καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς Ἀβεσσαλὼμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ἰσραήλ.

5Καὶ εἶπεν Ἀβεσσαλώμ Καλέσατε δὴ καί γε τὸν Χουσεὶ τὸν Ἀραχεί, καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ, καί γε αὐτοῦ. 6καὶ εἰσῆλθεν Χουσεὶ πρὸς Ἀβεσσαλώμ· καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς αὐτὸν λέγων Κατὰ τὸ ῥῆμα τοῦτο ὃ ἐλάλησεν Ἀχειτόφελ· ποιήσομεν κατὰ τὸν λόγον αὐτοῦ; εἰ δὲ μή, σὺ λάλησον. 7καὶ εἶπεν Χουσεὶ πρὸς Ἀβεσσαλώμ Οὐκ ἀγαθὴ αὕτη ἡ βουλὴ ἣν ἐβουλεύσατο Ἀχειτόφελ τὸ ἅπαξ τοῦτο. 8καὶ εἶπεν Χουσεί Σὺ οἶδας τὸν πατέρα σου καὶ τοὺς ἄνδρας αὐτοῦ ὅτι δυνατοί εἰσιν σφόδρα καὶ κατάπικροι τῇ ψυχῇ αὐτῶν, ὡς ἄρκος ἠτεκνωμένη ἐν ἀγρῷ καὶ ὡς ὗς τραχεῖα ἐν τῷ πεδίῳ· καὶ ὁ πατήρ σου ἀνὴρ πολεμιστὴς καὶ οὐ μὴ καταλύσῃ τὸν λαόν. 9ἰδοὺ γὰρ αὐτὸς νῦν κέκρυπται ἐν ἑνὶ τῶν βουνῶν ἢ ἐν ἑνὶ τῶν τόπων· καὶ ἔσται ἐν τῷ ἐπιπεσεῖν αὐτοῖς ἐν ἀρχῇ καὶ ἀκούσῃ ἀκούων, καὶ εἶπεν Ἐγενήθη θραῦσις ἐν τῷ λαῷ τῷ ὀπίσω Ἀβεσσαλώμ· 10καὶ γε αὐτὸς υἱὸς δυνάμεως, οὗ ἡ καρδία καθὼς ἡ καρδία τοῦ λέοντος, τηκομένη τακήσεται· ὅτι οἶδεν πᾶς Ἰσραὴλ ὅτι δυνατὸς ὁ πατήρ σου καὶ υἱοὶ δυνάμεως οἱ μετ᾽ αὐτοῦ. 11ὅτι οὕτως συμβουλεύων ἐγὼ συνεβούλευσα· καὶ συναγόμενος συναχθήσεται ἐπὶ σὲ πᾶς Ἰσραὴλ ἀπὸ Δὰν καὶ ἕως Βηρσάβεε, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, καὶ τὸ πρόσωπόν σου πορευόμενον ἐν μέσῳ αὐτῶν· 12καὶ ἥξομεν πρὸς αὐτὸν εἰς ἕνα τῶν τόπων οὗ ἐὰν εὕρωμεν αὐτὸν ἐκεῖ, καὶ παρεμβαλοῦμεν ἐπ᾽ αὐτὸν ὡς πίπτει ἡ δρόσος ἐπὶ τὴν γῆν, καὶ οὐχ ὑπολειψόμεθα ἐν αὐτῷ καὶ τοῖς ἀνδράσιν τοῖς μετ᾽ αὐτοῦ καί γε ἕνα. 13καὶ ἐὰν εἰς τὴν πόλιν συναχθῇ, καὶ λήμψεται πᾶς Ἰσραὴλ πρὸς τὴν πόλιν ἐκείνην σχοινία καὶ συροῦμεν αὐτὴν ἕως εἰς τὸν χειμάρρουν, ὅπως μὴ καταλειφθῇ ἐκεῖ μηδὲ λίθος. 14καὶ εἶπεν Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραήλ Ἀγαθὴ ἡ βουλὴ Χουσεὶ τοῦ Ἀραχεὶ ὑπὲρ τὴν βουλὴν Ἀχειτόφελ τὴν ἀγαθήν· καὶ Κύριος ἐνετείλατο διασκεδάσαι τὴν βουλὴν Ἀχειτόφελ, ὅπως ἂν ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβεσσαλὼμ τὰ κακὰ πάντα.

Hushai's Warning Saves David

15καὶ εἶπεν Χουσεὶ ὁ τοῦ Ἀραχεὶ πρὸς Σαδὼκ καὶ Ἀβιαθὰρ τοὺς ἱερεῖς Οὕτως καὶ οὕτως συνεβούλευσεν Ἀχειτόφελ τῷ Ἀβεσσαλὼμ καὶ τοῖς πρεσβυτέροις Ἰσραήλ, καὶ οὕτως καὶ οὕτως συνεβούλευσα ἐγώ. 16καὶ νῦν ἀποστείλατε ταχὺ καὶ ἀναγγείλατε τῷ Δαυεὶδ λέγοντες Μὴ αὐλισθῇς τὴν νύκτα ἐν ἀραβὼθ τῆς ἐρήμου, καί γε διαβαίνων σπεῦσον, μή ποτε καταπείσῃ τὸν βασιλέα καὶ πάντα τὸν λαὸν τὸν μετ᾽ αὐτοῦ. 17καὶ Ἰωναθὰν καὶ Ἀχειμὰς εἱστήκεισαν ἐν τῇ πηγῇ Ῥωγήλ, καὶ ἐπορεύθη ἡ παιδίσκη καὶ ἀνήγγειλεν αὐτοῖς· καὶ αὐτοὶ πορεύονται καὶ ἀναγγέλλουσιν τῷ βασιλεῖ Δαυείδ, ὅτι οὐκ ἐδύναντο ὀφθῆναι τοῦ εἰσελθεῖν εἰς τὴν πόλιν. 18καὶ εἶδεν αὐτοὺς παιδάριον, καὶ ἀπήγγειλαν τῷ Ἀβεσσαλώμ· καὶ ἐπορεύθησαν οἱ δύο ταχέως καὶ εἰσῆλθαν εἰς οἰκίαν ἀνδρὸς ἐν Βαορείμ, καὶ αὐτῷ λάκκος ἐν τῇ αὐλῇ, καὶ κατέβησαν ἐκεῖ. 19καὶ ἔλαβεν ἡ γυνὴ καὶ διεπέτασεν τὸ ἐπικάλυμμα ἐπὶ πρόσωπον τοῦ λάκκου καὶ ἔψυξεν ἐπ᾽ αὐτῷ ἀραφώθ, καὶ οὐκ ἐγνώσθη ῥῆμα. 20καὶ ἦλθαν οἱ παῖδες Ἀβεσσαλὼμ πρὸς τὴν γυναῖκα εἰς τὴν οἰκίαν καὶ εἶπαν Ποῦ Ἀχειμὰς καὶ Ἰωναθάν; καὶ εἶπεν αὐτοῖς ἡ γυνή Παρῆλθαν μικρὸν τοῦ ὕδατος· καὶ ἐζήτησαν καὶ οὐχ εὗραν, καὶ ἀνέστρεψαν εἰς Ἰερουσαλήμ.

21ἐγένετο δὲ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς καὶ ἀνέβησαν ἐκ τοῦ λάκκου, καὶ ἐπορεύθησαν καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Δαυείδ, καὶ εἶπαν πρὸς Δαυείδ Ἀνάστητε καὶ διάβητε ταχέως τὸ ὕδωρ, ὅτι οὕτως ἐβουλεύσατο περὶ ὑμῶν Ἀχειτόφελ. 22καὶ ἀνέστη Δαυεὶδ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾽ αὐτοῦ καὶ διέβησαν τὸν Ἰορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωί, ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθεν τὸν Ἰορδάνην.

23καὶ Ἀχειτόφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ, καὶ ἀπήγξατο καὶ ἀπέθανεν, καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ.

24Καὶ Δαυεὶδ διῆλθεν εἰς Μανάειμ, καὶ Ἀβεσσαλὼμ διέβη τὸν Ἰορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ἰσραὴλ μετ᾽ αὐτοῦ. 25καὶ τὸν Ἀμεσσεὶ κατέστησεν Ἀβεσσαλὼμ ἀντὶ Ἰωὰβ ἐπὶ τῆς δυνάμεως· καὶ Ἀμεσσεὶ υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ Ἰοθὸρ ὁ Ἰσραηλείτης, οὗτος εἰσῆλθεν πρὸς Ἀβειγαίαν θυγατέρα Ναὰς ἀδελφοῦ Σαρουίας μητρὸς Ἰωάβ. 26καὶ παρενέβαλεν πᾶς Ἰσραὴλ καὶ Ἀβεσσαλὼμ εἰς τὴν γῆν Γαλαάδ.

27καὶ ἐγένετο ἡνίκα ἦλθεν Δαυεὶδ εἰς Μαανάειμ, Οὐεσβεὶ υἱὸς Ναὰς ἐκ Ῥαβὰθ υἱῶν Ἀμμὼν καὶ Μαχεὶρ υἱὸς Ἀμειὴλ ἐκ Λωδαβὰρ καὶ Βερζελλεὶ ὁ Γαλααδείτης ἐκ Ῥωγελλεὶμ 28ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου, καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον, καὶ κύαμον καὶ φακὸν 29καὶ μέλι καὶ βούτυρον, καὶ πρόβατα καὶ σαφφὼθ βοῶν· καὶ προσήνεγκαν τῷ Δαυεὶδ καὶ τῷ λαῷ τῷ μετ᾽ αὐτοῦ φαγεῖν, ὅτι εἶπεν Ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Samuel 16
Top of Page
Top of Page