2 Samuel 16
Swete's Septuagint ABP ▾  HEB ▾ 

David and Ziba

1Καὶ Δαυεὶδ παρῆλθεν βραχύ τι ἀπὸ τῆς Ῥοώς, καὶ ἰδοὺ Σειβὰ τὸ παιδάριον Μεμφιβόσθε εἰς ἀπαντὴν αὐτοῦ, καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων, καὶ ἐπ᾽ αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ νέβελ οἴνου. 2καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σειβά Τί ταῦτά σοι; καὶ εἶπεν Σειβά Τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι, καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις, καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ. 3καὶ εἶπεν ὁ βασιλεύς Καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου; καὶ εἶπεν Σειβὰ πρὸς τὸν βασιλέα Ἰδοὺ κάθηται ἐν Ἰερουσαλήμ, ὅτι εἶπεν Σήμερον ἐπιστρέψουσίν μοι οἶκος Ἰσραὴλ τὴν βασιλείαν τοῦ πατρός μου. 4καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σειβά Ἰδοὺ σοὶ πάντα ὅσα ἐστὶν Μεμφιβόσθε. καὶ εἶπεν Σειβά Προσκυνήσας εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ.

Shimei Curses David

5Καὶ ἦλθεν ὁ βασιλεὺς Δαυεὶδ ἕως Βουρείμ· καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαούλ, καὶ ὄνομα αὐτῷ Σεμεεὶ υἱὸς Γηρά· ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος 6καὶ λιθάζων ἐν λίθοις τὸν Δαυεὶδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυείδ· καὶ πᾶς ὁ λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως. 7καὶ οὕτως ἔλεγεν Σεμεεὶ ἐν τῷ καταρᾶσθαι αὐτόν Ἔξελθε ἔξελθε, ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος. 8ἐπέστρεψεν ἐπὶ σὲ Κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαούλ, ὅτι ἐβασίλευσας ἀντ᾽ αὐτοῦ, καὶ ἔδωκεν Κύριος τὴν βασιλείαν ἐν χειρὶ Ἀβεσσαλὼμ τοῦ υἱοῦ σου· καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου, ὅτι ἀνὴρ αἱμάτων σύ.

9καὶ εἶπεν Ἀβεισὰ υἱὸς Σαρουίας πρὸς τὸν βασιλέα Ἵνα τί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ. 10καὶ εἶπεν ὁ βασιλεύς Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουίας; καὶ ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω, ὅτι Κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυείδ· καὶ τίς ἐρεῖ Ὡς τί ἐποίησας οὕτως; 11καὶ εἶπεν Δαυεὶδ πρὸς Ἀβεισὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ἰεμεινεί· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ Κύριος· 12εἴ πως ἴδοι Κύριος ἐν τῇ ταπεινώσει μου, καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ. 13καὶ ἐπορεύθη Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ· καὶ Σεμεεὶ ἐπορεύετο ἐκ πέρας τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοὶ πάσσων. 14καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς αὐτοῦ ἐκλελυμένοι, καὶ ἀνέψυξαν ἐκεῖ.

The Counsel of Ahithophel and Hushai

15Καὶ Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραήλ εἰσῆλθον εἰς Ἰερουσαλήμ, καὶ Ἀχειτόφελ μετ᾽ αὐτοῦ. 16καὶ ἐγενήθη ἡνίκα ἦλθεν Χουσεὶ ὁ Ἀρχί, ἑταῖρος Δαυεὶδ πρὸς Ἀβεσσαλώμ, καὶ εἶπεν Χουσεὶ πρὸς Ἀβεσσαλώμ Ζήτω ὁ βασιλεύς. 17καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Χουσεί Τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου; ἵνα τί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου; 18καὶ εἶπεν Χουσεὶ πρὸς Ἀβεσσαλώμ Οὐχί, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο Κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ἰσραήλ, αὐτῷ ἔσομαι καὶ μετ᾽ αὐτοῦ καθήσομαι. 19καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ; καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιον σοῦ.

20καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἀχειτόφελ Φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν. 21καὶ εἶπεν Ἀχειτόφελ πρὸς Ἀβεσσαλώμ Εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου ἃς κατέλειπεν φυλάσσειν τὸν οἶκον, καὶ ἀκούσεται πᾶς Ἰσραὴλ ὅτι κατῄσχυνας τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ. 22καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Ἀβεσσαλὼμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλθεν Ἀβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ᾽ ὀφθαλμοὺς παντὸς Ἰσραήλ. 23καὶ ἡ βουλὴ Ἀχειτόφελ ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις ὃν τρόπον ἐπερωτήσῃ ἐν λόγῳ τοῦ θεοῦ· οὕτως πᾶσα ἡ βουλὴ τῷ Ἀχειτόφελ καί γε τῷ Δαυεὶδ καί γε τῷ Ἀβεσσαλώμ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Samuel 15
Top of Page
Top of Page