1 Samuel 25
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Death of Samuel

1Καὶ ἀπέθανεν Σαμουήλ, καὶ συναθροίζονται πᾶς Ἰσραὴλ καὶ κόπτονται αὐτόν, καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Ἁρμαθάιμ. καὶ ἀνέστη Δαυεὶδ καὶ κατέβη εἰς τὴν ἔρημον Μαάν.

David and Nabal

2Καὶ ἦν ἄνθρωπος ἐν τῇ Μαάν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ· καὶ ὁ ἄνθρωπος μέγας σφόδρα, καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι· καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ. 3καὶ ὄνομα τῷ ἀνθρώπῳ Ναβάλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Ἀβειγαία· καὶ ἡ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ ἀγαθὴ τῷ εἴδει σφόδρα, καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν, καὶ ὁ ἄνθρωπος κυνικός. 4καὶ ἤκουσεν Δαυεὶδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Ναβὰλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ. 5καὶ Δαυεὶδ ἀπέστειλεν δέκα παιδάρια, καὶ εἶπεν τοῖς παιδαρίοις Ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Ναβάλ, καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην, 6καὶ ἐρεῖτε τάδε Εἰς ὥρας καὶ σὺ ὑγιαίνων· ὁ οἶκός σου καὶ πάντα τὰ σὰ ὑγιαίνοντα. 7καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσίν σοι νῦν οἱ ποιμένες σου οἳ ἦσαν μεθ᾽ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεθα αὐτοῖς οὐθὲν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ. 8ἐρώτησον τὰ παιδάριά σου, καὶ ἀπαγγελοῦσίν σοι· καὶ εὑρέτωσαν τὰ παιδάριά σου χάριν ἐν ὀφθαλμοῖς σου, ὅτι ἐφ᾽ ἡμέραν ἀγαθὴν ἥκομεν· δὸς δὴ ὃ ἐὰν εὕρῃ ἡ χείρ σου τῷ υἱῷ σου τῷ Δαυείδ.

9καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλοῦσιν τοὺς λόγους τούτους πρὸς Ναβὰλ καὶ πάντα τὰ ῥήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυείδ· καὶ ἀνεπήδησεν 10καὶ ἀπεκρίθη Ναβὰλ τοῖς παισὶν Δαυεὶδ καὶ εἶπεν Τίς ὁ Δαυεὶδ καὶ τίς ὁ υἱὸς Ἰεσσαί; σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ. 11καὶ λήμψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνόν μου καὶ τὰ θύματά μου ἃ τέθυκα τοῖς κείρουσίν μου τὰ πρόβατα, καὶ δώσω αὐτὰ ἀνδράσιν οἷς οὐκ οἶδα πόθεν εἰσίν; 12καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυεὶδ εἰς ὁδὸν αὐτῶν, καὶ ἀνέστρεψαν καὶ ἦλθον καὶ ἀνήγγειλαν τῷ Δαυεὶδ κατὰ τὰ ῥήματα ταῦτα. 13καὶ εἶπεν Δαυεὶδ τοῖς ἀνδράσιν αὐτοῦ Ζώσασθε ἕκαστος τὴν ῥομφαίαν αὐτοῦ· καὶ ἀνέβησαν ὀπίσω Δαυεὶδ ὡς τετρακόσιοι ἄνδρες, καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τῶν σκευῶν.

14καὶ τῇ Ἀβειγαίᾳ γυναικὶ Ναβὰλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων λέγων Ἰδοὺ Δαυεὶδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι κύριον ἡμῶν, καὶ ἐξέκλινεν ἀπ᾽ αὐτῶν. 15καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμῖν σφόδρα· οὐκ ἀπεκώλυσαν ἡμᾶς οὐδὲ ἐνετείλαντο ἡμῖν πάσας τὰς ἡμέρας ἃς ἦμεν παρ᾽ αὐτοῖς· 16καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας ἃς ἤμεθα παρ᾽ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον. 17καὶ νῦν γνῶθι καὶ ἴδε τί σὺ ποιήσεις, ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὗτος υἱὸς λοιμὸς καὶ οὐκ ἔστιν λαλῆσαι πρὸς αὐτόν.

Abigail Intercedes for Nabal

18καὶ ἔσπευσεν Ἀβειγαία καὶ ἔλαβεν διακοσίους ἄρτους καὶ δύο ἀγγεῖα οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οἰφὶ ἀλφίτου καὶ γόμορ ἓν σταφίδος καὶ διακοσίας παλάθας, καὶ ἔθετο ἐπὶ τοὺς ὄνους· 19καὶ εἶπεν τοῖς παιδαρίοις αὐτῆς Προπορεύεσθε ἔμπροσθέν μου, καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι. καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλεν. 20καὶ ἐγενήθη αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους, καὶ ἰδοὺ Δαυεὶδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς· καὶ ἀπήντησεν αὐτοῖς. 21καὶ Δαυεὶδ εἶπεν Ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἐνετειλάμεθα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐθέν, καὶ ἀνταπέδωκέν μοι πονηρὰ ἀντὶ ἀγαθῶν· 22τάδε ποιήσαι ὁ θεὸς τῷ Δαυεὶδ καὶ τάδε προσθείη, εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Ναβὰλ ἕως πρωὶ οὐροῦντα πρὸς τοῖχον.

23καὶ εἶδεν Ἀβειγαία τὸν Δαυείδ, καὶ ἔσπευσεν καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου καὶ ἔπεσεν ἐνώπιον Δαυεὶδ ἐπὶ πρόσωπον αὐτῆς, καὶ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν 24ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ εἶπεν Ἐν ἐμοί, κύριέ μου, ἡ ἀδικία μου· λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον τῆς δούλης σου λόγον. 25μὴ δὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὗτός ἐστιν· Ναβὰλ ὄνομα αὐτῷ καὶ ἀφροσύνη μετ᾽ αὐτοῦ· καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἶδον τὰ παιδάριά σου ἃ ἀπέστειλας.

26καὶ νῦν, κύριε, ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, καθὼς ἐκώλυσέν σε Κύριος τοῦ μὴ ἐλθεῖν εἰς αἷμα ἀθῷον καὶ σώζειν τὴν χεῖρά σού σοι· καὶ νῦν γένοιντο ὡς Ναβὰλ οἱ ἐχθροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά. 27καὶ νῦν λάβε τὴν εὐλογίαν ἣν ἐνήνοχεν ἡ δούλη σου τῷ κυρίῳ μου, καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσιν τῷ κυρίῳ μου. 28ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει Κύριος τῷ κυρίῳ μου οἶκον πιστόν, ὅτι πόλεμον κυρίου μου ὁ κύριος πολεμεῖ, καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε. 29καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, καὶ ἔσται ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ Κυρίῳ τῷ θεῷ, καὶ ψυχὴν ἐχθρῶν σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης. 30καὶ ἔσται ὅτι ποιήσει Κύριος τῷ κυρίῳ μου πάντα ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σέ, καὶ ἐντελεῖταί σοι εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ. 31καὶ οὐκ ἔσται σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου, ἐκχέαι αἷμα ἀθῷον δωρεὰν καὶ σῶσαι χεῖρα κυρίου μου αὐτῷ· καὶ ἀγαθώσαι Κύριος τῷ κυρίῳ μου, καὶ μνησθήσῃ τῆς δούλης σου ἀγαθῶσαι αὐτῇ.

32καὶ εἶπεν Δαυεὶδ τῇ Ἀβειγαίᾳ Εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραὴλ ὃς ἀπέστειλέν σε εἰς ἀπάντησίν μου. 33καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ ἡ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλθεῖν εἰς αἵματα καὶ σῶσαι χεῖρά μου ἐμοί. 34πλὴν ὅτι ζῇ Κύριος ὁ θεὸς Ἰσραὴλ ὃς ἀπεκώλυσέν με σήμερον τοῦ κακοποιῆσαί σε, ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι, τότε εἶπα Εἰ ὑπολειφθήσεται τῷ Ναβὰλ ἕως φωτὸς τοῦ πρωὶ οὐρῶν πρὸς τοῖχον. 35καὶ ἔλαβεν Δαυεὶδ ἐκ χειρὸς αὐτῆς πάντα ἃ ἔφερεν αὐτῷ, καὶ εἶπεν αὐτῇ Ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου· βλέπε, ἤκουσα τῆς φωνῆς σου καὶ ᾑρέτισα τὸ πρόσωπόν σου.

36καὶ παρεγενήθη Ἀβειγαία πρὸς Ναβάλ· καὶ ἰδοὺ αὐτῷ πότος βασιλέως καὶ ἡ καρδία Ναβὰλ ἀγαθὴ ἐπ᾽ αὐτόν, καὶ αὐτὸς μεθύων ἕως σφόδρα· καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ῥῆμα μικρὸν ἢ μέγα ἕως φωτὸς τοῦ πρωί. 37καὶ ἐγένετο πρωὶ ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Ναβάλ, ἀπήγγειλεν ἡ γυνὴ αὐτοῦ τὰ ῥήματα ταῦτα, καὶ ἐναπέθανεν ἡ καρδία αὐτοῦ ἐν αὐτῷ, καὶ αὐτὸς γίνεται ὡς λίθος· 38καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξεν Κύριος τὸν Ναβάλ, καὶ ἀπέθανεν.

David Marries Abigail

39καὶ ἤκουσεν Δαυεὶδ καὶ εἶπεν Εὐλογητὸς Κύριος ὃς ἔκρινεν τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Ναβάλ, καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν· καὶ τὴν κακίαν Ναβὰλ ἀπέστρεψεν Κύριος εἰς κεφαλὴν αὐτοῦ. καὶ ἀπέστειλεν Δαυεὶδ καὶ ἐλάλησεν περὶ Ἀβειγαίας λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα. 40καὶ ἦλθον οἱ παῖδες Δαυεὶδ πρὸς Ἀβειγαίαν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτῇ λέγοντες Δαυεὶδ ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λαβεῖν σε αὐτῷ εἰς γυναῖκα. 41καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν Ἰδοὺ ἡ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου. 42καὶ ἀνέστη Ἀβειγαία καὶ ἐπέβη ἐπὶ τὴν ὄνον, καὶ πέντε κοράσια ἠκολούθουν αὐτῇ, καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυείδ, καὶ γίνεται αὐτῷ εἰς γυναῖκα.

43καὶ τὴν Ἀχεινάαν ἔλαβεν Δαυεὶδ ἐξ Ἰσραήλ, καὶ ἀμφότεραι ἦσαν αὐτῷ γυναῖκες.

44καὶ Σαοὺλ ἔδωκεν Μελχὸλ τὴν θυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυεὶδ τῷ Φαλτεὶ υἱῷ Ἀμεὶς τῷ ἐκ Ῥομμά.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

1 Samuel 24
Top of Page
Top of Page