Par 

15 τάχα γὰρ διὰ τοῦτο ἐχωρίσθη πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς

16 οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον ἀδελφὸν ἀγαπητόν μάλιστα ἐμοί πόσῳ δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν Κυρίῳ

17 Εἰ οὖν με ἔχεις κοινωνόν προσλαβοῦ αὐτὸν ὡς ἐμέ

18 εἰ δέ τι ἠδίκησέν σε ὀφείλει τοῦτο ἐμοὶ ἐλλόγα

19 ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί ἐγὼ ἀποτίσω ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις

20 Ναί ἀδελφέ ἐγώ σου ὀναίμην ἐν Κυρίῳ ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν Χριστῷ

21 Πεποιθὼς τῇ ὑπακοῇ σου ἔγραψά σοι εἰδὼς ὅτι καὶ ὑπὲρ λέγω ποιήσεις

22 Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαι ὑμῖν

23 Ἀσπάζεταί σε Ἐπαφρᾶς συναιχμάλωτός μου ἐν Χριστῷ Ἰησοῦ

24 Μᾶρκος Ἀρίσταρχος Δημᾶς Λουκᾶς οἱ συνεργοί μου

25 χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν ⧼Ἀμήν⧽

Philemon 1:15-25, Hebrew & Greek Study Bible. Public domain.
Titus 3
Top of Page
Top of Page










Copied