Par 

41 Δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι εἷς ὤφειλεν δηνάρια πεντακόσια δὲ ἕτερος πεντήκοντα

42 μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο τίς οὖν αὐτῶν πλεῖον ἀγαπήσει αὐτόν

43 Ἀποκριθεὶς Σίμων εἶπεν Ὑπολαμβάνω ὅτι τὸ πλεῖον ἐχαρίσατο δὲ εἶπεν αὐτῷ Ὀρθῶς ἔκρινας

44 Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη Βλέπεις ταύτην τὴν γυναῖκα εἰσῆλθόν σου εἰς τὴν οἰκίαν ὕδωρ μοι ἐπὶ πόδας οὐκ ἔδωκας αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς θριξὶν αὐτῆς ἐξέμαξεν

45 φίλημά μοι οὐκ ἔδωκας αὕτη δὲ ἀφ’ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας

46 ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας αὕτη δὲ μύρῳ ἤλειψεν τοὺς πόδας μου

47 οὗ χάριν λέγω σοι ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί ὅτι ἠγάπησεν πολύ δὲ ὀλίγον ἀφίεται ὀλίγον ἀγαπᾷ

48 Εἶπεν δὲ αὐτῇ Ἀφέωνταί σου αἱ ἁμαρτίαι

49 Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν

50 Εἶπεν δὲ πρὸς τὴν γυναῖκα πίστις σου σέσωκέν σε πορεύου εἰς εἰρήνην

Luke 7:41-50, Hebrew & Greek Study Bible. Public domain.
Luke 6
Top of Page
Top of Page










Copied