1 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν τόπῳ τινὶ προσευχόμενον ὡς ἐπαύσατο εἶπέν τις τῶν μαθητῶν αὐτοῦ πρὸς αὐτόν Κύριε δίδαξον ἡμᾶς προσεύχεσθαι καθὼς καὶ Ἰωάννης ἐδίδαξεν τοὺς μαθητὰς αὐτοῦ

2 Εἶπεν δὲ αὐτοῖς Ὅταν προσεύχησθε λέγετε Πάτερ ⧼ἡμῶν ἐν τοῖς οὐρανοῖς⧽ ἁγιασθήτω τὸ ὄνομά σου Ἐλθέτω* βασιλεία σου ⧼Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς⧽

3 Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου ἡμῖν τὸ καθ’ ἡμέραν

4 Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν Καὶ γὰρ αὐτοὶ ἀφίομεν παντὶ ὀφείλοντι ἡμῖν Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν ⧼ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ⧽

5 Καὶ εἶπεν πρὸς αὐτούς Τίς ἐξ ὑμῶν ἕξει φίλον καὶ πορεύσεται πρὸς αὐτὸν μεσονυκτίου καὶ εἴπῃ αὐτῷ Φίλε χρῆσόν μοι τρεῖς ἄρτους

6 ἐπειδὴ φίλος μου παρεγένετο ἐξ ὁδοῦ πρός με καὶ οὐκ ἔχω παραθήσω αὐτῷ

7 Κἀκεῖνος ἔσωθεν ἀποκριθεὶς εἴπῃ Μή μοι κόπους πάρεχε ἤδη θύρα κέκλεισται καὶ τὰ παιδία μου μετ’ ἐμοῦ εἰς τὴν κοίτην εἰσίν οὐ δύναμαι ἀναστὰς δοῦναί σοι

8 Λέγω ὑμῖν εἰ καὶ οὐ δώσει αὐτῷ ἀναστὰς διὰ τὸ εἶναι φίλον αὐτοῦ διά γε τὴν ἀναίδειαν αὐτοῦ ἐγερθεὶς δώσει αὐτῷ ὅσων χρῄζει

9 Κἀγὼ ὑμῖν λέγω αἰτεῖτε καὶ δοθήσεται ὑμῖν ζητεῖτε καὶ εὑρήσετε κρούετε καὶ ἀνοιγήσεται ὑμῖν

10 πᾶς γὰρ αἰτῶν λαμβάνει καὶ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ἀνοιγήσεται

Luke 11:1-10, Hebrew & Greek Study Bible. Public domain.
Luke 10
Top of Page
Top of Page
Copied