Isaiah 37
Berean Greek Bible Par ▾ 

Isaiah’s Message of Deliverance
(2 Kings 19:1–7)

1Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἑζεκίαν, ἔσχισεν τὰ ἱμάτια καὶ περιεβάλετο σάκκον, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου. 2καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον καὶ Σόμναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἠσαίαν υἱὸν Ἀμὼς τὸν προφήτην· 3καὶ εἶπαν αὐτῷ Τάδε λέγει Ἑζεκίας Ἡμέρα θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν. 4εἰσακούσαι Κύριος ὁ θεός σου τοὺς λόγους Ῥαβσάκου, οὓς ἀπέστειλεν βασιλεὺς Ἀσσυρίων ὀνειδίζειν θεὸν ζῶντα καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσεν Κύριος ὁ θεός σου· καὶ δεηθήσῃ πρὸς κύριόν σου περὶ τῶν καταλελιμμένων τούτων.

5καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἑζεκίου πρὸς Ἠσαίαν, 6καὶ εἶπεν αὐτοῖς Ἠσαίας Οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν Τάδε λέγει Κύριος Μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων. 7ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ.

Sennacherib’s Blasphemous Letter
(2 Kings 19:8–13)

8Καὶ ἀπέστρεψεν Ῥαβσάκης, καὶ κατέλαβεν τὸν βασιλέα Ἀσσυρίων πολιορκοῦντα Λόβναν, καὶ ἤκουσεν ὅτι ἀπῆρεν ἀπὸ Λαχείς. 9καὶ ἐξῆλθεν Θαράκα βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψεν καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἑζεκίαν λέγων 10Οὕτως ἐρεῖτε Ἑζεκίᾳ βασιλεῖ τῆς Ἰουδαίας Μή σε ἀπατάτω ὁ θεός σου, ἐφ᾽ ᾧ πέποιθας ἐπ᾽ αὐτῷ λέγων Οὐ μὴ παραδοθῇ Ἰερουσαλὴμ ἐν χειρὶ βασιλέως Ἀσσυρίων. 11σὺ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων πᾶσαν τὴν γῆν, ὡς ἀπώλεσαν, καὶ σὺ ῥυσθήσῃ; 12μὴ ἐρρύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν οὓς ἀπώλεσαν οἱ πατέρες μου, τήν τε Γωζὰν καὶ Χαρρὰν καὶ Ῥάφεθ, αἵ εἰσιν ἐν χώρᾳ Θεεμάθ; 13ποῦ εἰσιν βασιλεῖς Ἑμὰθ καὶ ποῦ Ἀρφάθ; καὶ ποῦ πόλεως Ἐπφαρουαίμ, Ἁνάγ, Οὐγαυά;

Hezekiah’s Prayer
(2 Kings 19:14–19)

14καὶ ἔλαβεν Ἑζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων καὶ ἀνέγνω αὐτό, καὶ ἀνέβη εἰς οἶκον Κυρίου καὶ ἤνοιξεν αὐτὸ ἐναντίον Κυρίου. 15καὶ προσεύξατο Ἑζεκίας πρὸς Κύριον λέγων 16Κύριος σαβαὼθ ὁ θεὸς Ἰσραὴλ ὁ καθήμενος ἐπὶ τῶν χερουβείν, σὺ εἶ ὁ θεὸς μόνος πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν. 17κλῖνον, Κύριε, τὸ οὖς σου, εἰσάκουσον, Κύριε· ἄνοιξον, Κύριε, τοὺς ὀφθαλμούς σου, εἴσβλεψον, Κύριε, καὶ ἴδε τοὺς λόγους Σενναχηρεὶμ οὓς ἀπέστειλεν ὀνειδίζειν θεὸν ζῶντα. 18ἐπ᾽ ἀληθείας γὰρ ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην καὶ τὴν χώραν αὐτῶν, 19καὶ ἐνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ, οὐ γὰρ θεοὶ ἦσαν ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι, καὶ ἀπώσαντο αὐτούς. 20νῦν δέ, Κύριε ὁ θεὸς ἡμῶν, σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς ὅτι σὺ εἶ ὁ θεὸς μόνος.

Sennacherib’s Fall Prophesied
(2 Kings 19:20–34)

21Καὶ ἀπεστάλη Ἠσαίας υἱὸς Ἀμὼς πρὸς Ἑζεκίαν καὶ εἶπεν αὐτῷ Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Ἤκουσα ἃ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων.

22οὗτος ὁ λόγος ὃν ἐλάλησεν περὶ αὐτοῦ ὁ θεός Ἐφαύλισέν σε καὶ ἐμυκτήρισέν σε παρθένος θυγάτηρ Σειών, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησεν θυγάτηρ Ἰερουσαλήμ.

23τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; καὶ οὐκ ἦρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου πρὸς τὸν ἅγιον τοῦ Ἰσραήλ;

24ὅτι δι᾽ ἀγγέλων ὠνείδισας Κύριον· σὺ γὰρ εἶπας Τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ καὶ τὸ κάλλος τῆς κυπαρίσσου, καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ,

25καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος.

26οὐ ταῦτα ἤκουσα πάλαι ἃ ἐγὼ ἐποίησα; ἐξ ἡμερῶν ἀρχαίων συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς καὶ οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς·

27ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων καὶ ὡς ἄγρωστις.

28νῦν δὲ τὴν ἀνάπαυσίν σου καὶ τὴν ἔξοδόν σου καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι·

29ὁ δὲ θυμός σου ὃν ἐθυμώθης καὶ ἡ πικρία σου ἀνέβη πρὸς μέ, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.

30τοῦτο δέ σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαυτῷ τῷ δευτέρῳ τὸ κατάλιμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε καὶ φυτεύσατε ἀμπελῶνας καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν. 31καὶ ἔσονται οἱ καταλελιμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσιν ῥίζαν κάτω καὶ ποιήσουσιν σπέρμα ἄνω. 32ὅτι ἐξ Ἰερουσαλὴμ ἔσονται οἱ καταλελιμμένοι, καὶ οἱ σωζόμενοι ἐξ ὄρους Σειών· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

33διὰ τοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων Οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπ᾽ αὐτὴν βέλος, οὐδὲ μὴ ἐπιβάλῃ ἐπ᾽ αὐτὴν θυρεόν, οὐδὲ μὴ κυκλώσῃ ἐπ᾽ αὐτὴν χάρακα· 34ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ· τάδε λέγει Κύριος 35Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν δι᾽ ἐμὲ καὶ διὰ Δαυεὶδ τὸν παῖδά μου.

Jerusalem Delivered from the Assyrians
(2 Kings 19:35–37; 2 Chronicles 32:20–23)

36Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας· καὶ ἀναστάντες τὸ πρωὶ εὗρον πάντα τὰ σώματα νεκρά. 37καὶ ἀπῆλθεν ἀποστραφεὶς Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευή. 38καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαράσαρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις· αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν· καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Isaiah 36
Top of Page
Top of Page