Isaiah 38
Berean Greek Bible Par ▾ 

Hezekiah’s Illness and Recovery
(2 Kings 20:1–11; 2 Chronicles 32:24–31)

1Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ ἐμαλακίσθη Ἑζεκίας ἕως θανάτου· καὶ ἦλθεν πρὸς αὐτὸν Ἠσαίας υἱὸς Ἀμὼς ὁ προφήτης καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει Κύριος Τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ σὺ καὶ οὐ ζήσῃ. 2καὶ ἀπέστρεψεν Ἑζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τοῖχον, καὶ προσεύξατο πρὸς Κύριον 3λέγων Μνήσθητι, Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Ἑζεκίας κλαυθμῷ μεγάλῳ.

4καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἠσαίαν λέγων 5Πορεύθητι καὶ εἰπὸν Ἑζεκίᾳ Τάδε λέγει Κύριος ὁ θεὸς Δαυεὶδ τοῦ πατρός σου Ἤκουσα τῆς προσευχῆς σου καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου ἔτη δέκα πέντε· 6καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί σε καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης.a

7τοῦτο δέ σοι τὸ σημεῖον παρὰ Κυρίου ὅτι ποιήσει ὁ θεὸς τὸ ῥῆμα τοῦτο· 8ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου ὁ ἥλιος, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς. καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς οὓς κατέβη ἡ σκιά.

Hezekiah’s Song of Thanksgiving

9Προσευχὴ Ἑζεκίου βασιλέως Ἰουδαίας ἡνίκα ἐμαλακίσθη καὶ ἀνέστη ἐκ τῆς μαλακίας αὐτοῦ.

10Ἐγὼ εἶπα Ἐν τῷ ὕψει τῶν ἡμερῶν μου ἐν πύλαις ᾅδου καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.

11εἶπα Οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ γῆς ζώντων, οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ Ἰσραὴλ ἐπὶ γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον.

12ἐξέλιπεν ἐκ τῆς συγγενίας μου, κατέλιπον τὸ ἐπίλοιπον τῆς ζωῆς μου, ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ᾽ ἐμοῦ ὥσπερ ὁ σκηνὴν καταλύων πήξας· ὡς ἱστὸς τὸ πνεῦμά μου παρ᾽ ἐμοὶ ἐγένετο ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.

13ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωὶ ὡς λέοντι. συνέτριψεν πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως νυκτὸς παρεδόθην.

14ὡς χελιδών, οὕτως φωνήσω, καὶ ὡς περιστερά, οὕτως μελετῶ· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον, ὃς ἐξείλατό με

15καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.

16Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα.

17εἵλου γάρ μου τὴν ψυχὴν ἵνα μὴ ἀπόληται, καὶ ἀπέριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας.

18οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου.

19οἱ ζῶντες εὐλογήσουσίν σε ὃν τρόπον κἀγώ· ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἅ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου,

20θεὲ τῆς σωτηρίας μου· καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου κατέναντι τοῦ οἴκου τοῦ θεοῦ.

21Καὶ εἶπεν Ἠσαίας πρὸς Ἑζεκίαν Λάβε παλάθην ἐκ σύκων καὶ τρίψον καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ. 22καὶ εἶπεν Ἑζεκίας Τοῦτο σημεῖον πρὸς Ἑζεκίαν ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ θεοῦ.


Footnotes:

6 a See 2 Kings 20:6.


Berean Greek Bible

The BGB is based on Swete's LXX OT compiled by (Eliran Wong) with additional verses from Rahlfs LXX (*) + (Berean Greek NT). Versification has been adjusted to correspond with modern English translations. Free Downloads are available at GreekBible.org and OpenBible.com.


Bible Hub




Isaiah 37
Top of Page
Top of Page