Ezekiel 23
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Adultery of Oholah and Aholibah

1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων 2Υἱὲ ἀνθρώπου, δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς, 3καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν, ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν, ἐκεῖ διεπαρθενεύθησαν. 4καὶ τὰ ὀνόματα αὐτῶν ἦν Ὄολλα ἡ πρεσβυτέρα, καὶ Ὀόλιβα ἡ ἀδελφή αὐτῆς. καὶ ἐγένοντό μοι, καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας· καὶ τὰ ὀνόματα αὐτῶν, Σαμάρεια ἦν Ὄολλα, καὶ Ἰερουσαλὴμ ἦν Ὀόλιβα.

5καὶ ἐξεπόρνευσεν ἡ Ὄολα ἀπ᾽ ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς, ἐπὶ τοὺς Ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ, 6ἐνδεδυκότας ὑακίνθινα, ἡγουμένους καὶ στρατηγούς· νεανίσκοι καὶ ἐπίλεκτοι, πάντες ἱππεῖς ἱππαζόμενοι ἐφ᾽ ἵππων. 7καὶ ἔδωκεν τὴν πορνείαν αὐτῆς ἐπ᾽ αὐτούς· ἐπίλεκτοι υἱοὶ Ἀσσυρίων πάντες, καὶ ἐπὶ πάντας οὓς ἐπέθετο, ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτῆς ἐμιαίνετο. 8καὶ τὴν πορνείαν αὐτῆς ἐξ Αἰγύπτου οὐκ ἐνκατέλιπεν, ὅτι μετ᾽ αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς, καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ᾽ αὐτήν. 9διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς, εἰς χεῖρας υἱῶν Ἀσσυρίων ἐφ᾽ οὓς ἐπετίθετο. 10αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς, υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον, καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν· καὶ ἐγένετο λάλημα εἰς γυναῖκας, καὶ ἐκδικήσεις ἐποίησαν ἐν αὐτῇ εἰς τὰς θυγατέρας.

11καὶ ἴδεν ἡ ἀδελφὴ αὐτῆς Ὀόλιβα, καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ αὐτήν, καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς· 12ἐπὶ τοὺς υἱοὺς τῶν Ἀσσυρίων ἐπέθετο ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς, ἐνδεδυκότας εὐπάρυφα, ἱππεῖς ἱππαζομένους ἐφ᾽ ἵππων· νεανίσκοι ἐπίλεκτοι πάντες. 13καὶ ἴδον ὅτι μεμίανται ὁδὸς μία τῶν δύο. 14καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς, καὶ ἴδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου, εἰκόνας Χαλδαίων, ἐζωγραφημένους ἐν γραφίδι, 15ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν παραβαπτὰ καὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν, ὄψις τρισσὴ πάντων, ὁμοίωμα υἱῶν Χαλδαίων, γῆς πατρίδος αὐτοῦ. 16καὶ ἐπέθετο ἐπ᾽ αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς, καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν Χαλδαίων. 17καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλῶνος, εἰς κοίτην καταλυόντων, καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς, καὶ ἐμιάνθη ἐν αὐτοῖς, καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ᾽ αὐτῶν. 18καὶ ἀπεκάλυψεν τὴν πορνείαν αὐτῆς, καὶ ἀπεκάλυψεν αἰσχύνην αὐτῆς· καὶ ἀπέστη ἡ ψυχή μου ἀπ᾽ αὐτῆς, ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς. 19καὶ ἐπλήθυνας τὴν πορνείαν σου τοῦ ἀναμνῆσαι ἡμέραν νεότητός σου ἐν αἷς ἐπόρνευσας ἐν Αἰγύπτῳ, 20καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους, ὧν ὡς ὄνων αἱ σάρκες αὐτῶν, καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν, 21καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου, ἃ ἐποίεις ἐν Αἰγύπτῳ ἐν τῷ καταλύματί σου, οὗ οἱ μαστοὶ νεότητός σου.

Aholibah to Be Plagued

22Διὰ τοῦτο, Ὀόλιβα, τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ, ἀφ᾽ ὧν ἀπέστη ἡ ψυχή σου ἀπ᾽ αὐτῶν, καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν, 23υἱοὺς Βαβυλῶνος καὶ πάντας τοὺς Χαλδαίους, Φακοὺκ καὶ Σοῦε καὶ Ὑχοῦε, καὶ πάντας υἱοὺς Ἀσσυρίων μετ᾽ αὐτῶν, νεανίσκους ἐπιλέκτους, ἡγεμόνας καὶ στρατηγούς, πάντας τρισσοὺς καὶ ὀνομαστούς, ἱππεύοντας ἐφ᾽ ἵππων. 24καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ βορρᾶ, ἅρματα καὶ τροχοὶ μετ᾽ ὄχλου λαῶν, θυρεοὶ καὶ πέλται, καὶ βαλεῖ φυλακὴν ἐπὶ σὲ κύκλῳ. 25καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα, καὶ ἐκδικήσουσίν σε ἐν τοῖς κρίμασιν αὐτῶν· καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί, καὶ ποιήσουσιν μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ· μυκτῆράς σου καὶ ὦτά σου ἀφελοῦσιν, καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ καταβαλοῦσιν. αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήμψονται, καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται· 26καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου, καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεώς σου. 27καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ καὶ τὴν πορνείαν σου ἐκ γῆς Αἰγύπτου, καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπ᾽ αὐτούς, καὶ Αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι. 28διότι τάδε λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς, ἀφ᾽ ὧν ἀπέστη ἡ ψυχή σου ἀπ᾽ αὐτῶν· 29καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει, καὶ λήμψονται πάντας τούς πόνους σου καὶ τοὺς μόχθους σου, καὶ ἔσῃ γυμνὴ καὶ αἰσχύνουσα, καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου. καὶ ἡ πορνεία σου 30ἐποίησεν ταῦτά σοι, ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν, καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν. 31ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης, καὶ δώσω τὸ ποτήριον αὐτῆς εἰς χεῖράς σου.

32τάδε λέγει Κύριος Τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι, τὸ βαθὺ καὶ τὸ πλατὺ καὶ τὸ πλεονάζον τοῦ συντελέσαι μέθην,

33καὶ ἐκλύσεως πλησθήσῃ· καὶ τὸ ποτήριον ἀφανισμοῦ ποτήριον ἀδελφῆς σου,

34καὶ πίεσαι αὐτό, καὶ τὰς ἑορτὰς καὶ τὰς νεομηνίας αὐτῆς ἀποστρέψω· διότι ἐγὼ λελάληκα, λέγει Κύριος.

35διὰ τοῦτο τάδε λέγει Κύριος Ἀνθ᾽ ὧν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω τοῦ σώματός σου, καὶ σὺ λάβε τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου.

Judgment on Both Sisters

36Καὶ εἶπεν Κύριος πρὸς μέ Υἱὲ ἀνθρώπου, οὐ κρινεῖς τὴν Ὄολαν καὶ τὴν Ὄλιβαν; καὶ ἀναγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν, 37ὅτι ἐμοιχῶντο, καὶ αἷμα ἐν χερσίν αὐτῶν· τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο, καὶ τὰ τέκνα αὐτῶν ἃ ἐγέννησάν μοι διήγαγον αὐτοῖς δι᾽ ἐμπύρων. 38ἕως καὶ ταῦτα ἐποίησάν μοι, τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν, 39καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν, καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά. καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου,

40καὶ ὅτι τοῖς ἀνδράσιν τοῖς ἐρχομένοις μακρόθεν, οἷς ἀγγέλους ἐξαπέστελλον πρὸς αὐτούς, καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμῳ, 41καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης, καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς. καὶ τὸ θυμίαμα καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς, 42καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο, καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τῆς ἐρήμου· καὶ ἐδίδοσαν ψέλια ἐπὶ τὰς χεῖρας αὐτῶν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν.

43καὶ εἶπα Οὐκ ἐν τούτοις μοιχεύουσιν; καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσεν· 44καὶ εἰσεπορεύοντο πρὸς αὐτήν, ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην, οὕτως εἰσεπορεύοντο πρὸς Ὄολαν καὶ πρὸς Ὀόλιβαν τοῦ ποιῆσαι ἀνομίαν. 45καὶ ἄνδρες δίκαιοι αὐτοὶ καὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος, ὅτι μοιχαλίδες εἰσίν, καὶ αἷμα ἐν χερσὶν αὐτῶν.

46τάδε λέγει κύριος Κύριος Ἀνάγαγε ἐπ᾽ αὐτὰς ὄχλον, καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγήν, 47καὶ λιθοβόλησον ἐπ᾽ αὐτὰς λίθοις ὄχλων, καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν· υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν ἀποκτενοῦσι, καὶ τοὺς οἴκους αὐτῶν ἐνπρήσουσιν. 48καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς, καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες καὶ οὐ μὴ ποιήσουσιν κατὰ τὰς ἀσεβείας αὐτῶν. 49καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ᾽ ὑμᾶς, καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήμψεσθε· καὶ γνώσεσθε διότι ἐγὼ Κύριος.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Ezekiel 22
Top of Page
Top of Page