1 Kings 1
Swete's Septuagint ABP ▾  HEB ▾ 

Abishag Cares for David

1ΚΑΙ ὁ βασιλεὺς Δαυεὶδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο. 2καὶ εἶπον οἱ παῖδες αὐτοῦ Ζητησάτωσαν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ᾽ αὐτοῦ, καὶ θερμανθήσεται ὁ κύριός μου ὁ βασιλεύς. 3καὶ ἐζήτησαν νεάνιδα καλὴν ἐκ παντὸς ὁρίου Ἰσραήλ· καὶ εὗρον τὴν Ἀβεισὰ τὴν Σωμανεῖτιν, καὶ ἤνεγκαν αὐτὴν πρὸς τὸν βασιλέα. 4καὶ ἡ νεᾶνις καλὴ ἕως σφόδρα· καὶ ἦν θάλπουσα τὸν βασιλέα καὶ ἐλειτούργει αὐτῷ, καὶ ὁ βασιλεὺς οὐκ ἔγνω αὐτήν.

Adonijah Usurps the Kingdom

5καὶ Ἀδωνείας υἱὸς Ἁγγεὶθ ἐπῄρετο λέγων Ἐγὼ βασιλεύσω· καὶ ἐποίησεν ἑαυτῷ ἅρματα καὶ ἱππεῖς καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ. 6καὶ οὐκ ἀπεκώλυσεν αὐτὸν ὁ πατὴρ αὐτοῦ οὐδέποτε λέγων Διὰ τί σὺ ἐποίησας; καὶ γε αὐτὸς ὡραῖος τῇ ὄψει σφόδρα, καὶ αὐτὸν ἔτεκεν ὀπίσω Ἀβεσσαλώμ. 7καὶ ἐγένοντο οἱ λόγοι αὐτοῦ μετὰ Ἰωὰβ τοῦ υἱοῦ Σαρουίας καὶ μετὰ Ἀβιαθὰρ τοῦ ἱερέως, καὶ ἐβοήθουν ὀπίσω Ἀδωνειού. 8καὶ Σαδὼκ ὁ ἱερεὺς καὶ Βαναίας υἱὸς Ἰωδᾶε καὶ Ναθὰν ὁ προφήτης καὶ Σεμεεὶ καὶ Ῥησεὶ καὶ υἱοὶ δυνατοὶ τοῦ Δαυεὶδ οὐκ ἦσαν ὀπίσω Ἀδωνειού.

9καὶ ἐθυσίασεν Ἀδωνειοὺ πρόβατα καὶ μόσχους καὶ ἄρνας μετὰ Αἰθὴ τοῦ Ζωελεθεὶ ὃς ἦν ἐχόμενα τῆς Ῥωγήλ, καὶ ἐκάλεσεν τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς ἁδροὺς Ἰούδα, παῖδας τοῦ βασιλέως· 10καὶ τὸν Ναθὰν τὸν προφήτην καὶ Βαναίαν καὶ τοὺς δυνατοὺς καὶ τὸν Σαλωμὼν ἀδελφὸν αὐτοῦ οὐκ ἐκάλεσεν.

Nathan and Bathsheba Before David

11καὶ εἶπεν Ναθὰν πρὸς Βηρσάβεε μητέρα Σαλωμὼν λέγων Οὐκ ἤκουσας ὅτι ἐβασίλευσεν Ἀδωνείας υἱὸς Ἁγγείθ, καὶ ὁ κύριος ἡμῶν Δαυεὶδ οὐκ ἔγνω; 12καὶ νῦν δεῦρο συμβουλεύσω σοι δὴ συμβουλίαν, καὶ ἐξελοῦ τὴν ψυχήν σου καὶ τὴν ψυχὴν τοῦ υἱοῦ σου Σαλωμών. 13δεῦρο εἴσελθε πρὸς τὸν βασιλέα Δαυεὶδ καὶ ἐρεῖς πρὸς αὐτὸν λέγουσα Οὐχὶ σύ, κύριέ μου βασιλεῦ, ὤμοσας τῇ δούλῃ σου λέγων ὅτι Ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ᾽ ἐμέ, καὶ αὐτὸς καθιεῖται ἐπὶ τοῦ θρόνου μου; καὶ τί ὅτι ἐβασίλευσεν Ἀδωνείας; 14καὶ ἰδοὺ ἔτι λαλούσης σου ἐκεῖ μετὰ τοῦ βασιλέως καὶ ἐγὼ εἰσελεύσομαι ὀπίσω καὶ πληρώσω τοὺς λόγους σου.

15καὶ εἰσῆλθεν Βηρσάβεε πρὸς τὸν βασιλέα εἰς τὸ ταμεῖον· καὶ ὁ βασιλεὺς πρεσβύτης σφόδρα, καὶ Ἀβεισὰ ἡ Σωμανεῖτις ἡ λειτουργοῦσα τῷ βασιλεῖ. 16καὶ ἔκυψεν Βηρσάβεε καὶ προσεκύνησεν τῷ βασιλεῖ· καὶ εἶπεν ὁ βασιλεύς Τί ἔστιν σοι; 17ἡ δὲ εἶπεν Κύριε, σὺ ὤμοσας ἐν τῷ θεῷ σου τῇ δούλῃ σου λέγων ὅτι Ὁ υἱός σου Σαλωμὼν βασιλεύσει μετ᾽ ἐμέ, καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου. 18καὶ νῦν ἰδοὺ Ἀδωνείας ἐβασίλευσεν, καὶ σύ, κύριέ μου βασιλεῦ, οὐκ ἔγνως· 19καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος, καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ Ἀβιαθὰρ τὸν ἱερέα καὶ Ἰωὰβ τὸν ἄρχοντα τῆς δυνάμεως, καὶ τὸν Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν. 20καὶ σύ, κύριέ μου βασιλεῦ, οἱ ὀφθαλμοὶ παντὸς Ἰσραὴλ πρὸς σέ, ἀπαγγεῖλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ᾽ αὐτόν. 21καὶ ἔσται ὡς ἂν κοιμηθῇ ὁ κύριός μου ὁ βασιλεὺς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔσομαι ἐγὼ καὶ Σαλωμὼν ὁ υἱός μου ἁμαρτωλοί.

22καὶ ἰδοὺ ἔτι αὐτῆς λαλούσης μετὰ τοῦ βασιλέως καὶ Ναθὰν ὁ προφήτης ἦλθεν. 23καὶ ἀνηγγέλη τῷ βασιλεῖ Ἰδοὺ Ναθὰν ὁ προφήτης· καὶ εἰσῆλθεν κατὰ πρόσωπον τοῦ βασιλέως, καὶ προσεκύνησεν τῷ βασιλεῖ κατὰ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. 24καὶ εἶπεν Ναθάν Κύριέ μου βασιλεῦ, σὺ εἶπας Ἀδωνείας βασιλεύσει ὀπίσω μου, καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου; 25ὅτι κατέβη σήμερον καὶ ἐθυσίασεν μόσχους καὶ ἄρνας καὶ πρόβατα εἰς πλῆθος, καὶ ἐκάλεσεν πάντας τοὺς υἱοὺς τοῦ βασιλέως καὶ τοὺς ἄρχοντας τῆς δυνάμεως καὶ Ἀβιαθὰρ τὸν ἱερέα· καὶ ἰδού εἰσιν ἐσθίοντες καὶ πίνοντες ἐνώπιον αὐτοῦ, καὶ εἶπαν Ζήτω ὁ βασιλεὺς Ἀδωνειού. 26καὶ ἐμὲ αὐτὸν τὸν δοῦλόν σου καὶ Σαδὼκ τὸν ἱερέα καὶ Βαναίαν υἱὸν Ἰωδᾶε καὶ Σαλωμὼν τὸν δοῦλόν σου οὐκ ἐκάλεσεν. 27εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονεν τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου βασιλέως μετ᾽ αὐτόν;

David Renews his Oath to Bathsheba

28καὶ ἀπεκρίθη Δαυεὶδ καὶ εἶπεν Καλέσατέ μοι τὴν Βηρσάβεε· καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως, καὶ ἔστη ἐνώπιον αὐτοῦ. 29καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἶπεν Ζῇ Κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, 30ὅτι καθὼς ὤμοσά σοι ἐν Κυρίῳ τῷ θεῷ Ἰσραὴλ λέγων ὅτι Σαλωμὼν ὁ υἱός σου βασιλεύσει μετ᾽ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ᾽ ἐμοῦ, ὅτι οὕτως ποιήσω τῇ ἡμέρᾳ ταύτῃ. 31καὶ ἔκυψεν Βηρσάβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν Ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυεὶδ εἰς τὸν αἰῶνα.

Solomon Anointed King

32καὶ εἶπεν ὁ βασιλεὺς Δαυείδ Καλέσατέ μοι Σαδὼκ τὸν ἱερέα καὶ Ναθὰν τὸν προφήτην καὶ Βαναίαν υἱὸν Ἰωδᾶε· καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως. 33καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς Λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ᾽ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὴν Γειών, 34καὶ χρίσατε αὐτὸν ἐκεῖ, Σαδὼκ ὁ ἱερεὺς καὶ Ναθὰν ὁ προφήτης, εἰς βασιλέα ἐπὶ Ἰσραήλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε Ζήτω ὁ βασιλεὺς Σαλωμών. 35καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ βασιλεύσει ἀντ᾽ ἐμοῦ, καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ἰσραὴλ καὶ Ἰουδά. 36καὶ ἀπεκρίθη Βαναίας υἱὸς Ἰωδᾶε τῷ βασιλεῖ καὶ εἶπεν Γένοιτο· οὕτως πιστώσαι ὁ θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως. 37καθὼς ἦν Κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμών, καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυείδ.

38καὶ κατέβη Σαδὼκ ὁ ἱερεὺς καὶ Ναθὰν ὁ προφήτης καὶ Βαναίας υἱὸς Ἰωδᾶε καὶ ὁ Χερεθθεὶ καὶ ὁ Φελεθθεί, καὶ ἐπεκάθισαν τὸν Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυεὶδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν Γειών. 39καὶ ἔλαβεν Σαδὼκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισεν τὸν Σαλωμών, καὶ ἐσάλπισεν τῇ κερατίνῃ· καὶ εἶπεν πᾶς ὁ λαός Ζήτω ὁ βασιλεὺς Σαλωμών. 40καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ, καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην· καὶ ἐρράγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν.

Adonijah Informed of Solomon's Kingship

41καὶ ἤκουσεν Ἀδωνείας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν· καὶ ἤκουσεν Ἰωὰβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπεν Τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης; 42ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ἰωναθὰν υἱὸς Ἀβιαθὰρ τοῦ ἱερέως εἰσῆλθεν, καὶ εἶπεν Ἀδωνείας Εἴσελθε, ὅτι ἀνὴρ δυνάμεως εἶ σύ, καὶ ἀγαθὰ εὐαγγέλισαι. 43καὶ ἀπεκρίθη Ἰωναθὰν καὶ εἶπεν Καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυεὶδ ἐβασίλευσεν τὸν Σαλωμών· 44καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ᾽ αὐτοῦ τὸν Σαδὼκ τὸν ἱερέα καὶ Ναθὰν τὸν προφήτην καὶ Βαναιοὺ υἱὸν Ἰωδᾶε καὶ τὸν Χερεθθεὶ καὶ τὸν Φελεθθεί, καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως· 45καὶ ἔχρισαν αὐτὸν Σαδὼκ ὁ ἱερεὺς καὶ Ναθὰν ὁ προφήτης ἐν τῇ Γειών, καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι, καὶ ἤχησεν ἡ πόλις· αὕτη ἡ φωνὴ ἣν ἠκούσατε. 46καὶ ἐκάθισεν Σαλωμὼν ἐπὶ θρόνον βασιλείας, 47καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυεὶδ λέγοντες Ἀγαθύναι ὁ θεὸς τὸ ὄνομα Σαλωμὼν ὑπὲρ τὸ ὄνομά σου, καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου· καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην, 48καί γε οὕτως εἶπεν ὁ βασιλεύς Εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραήλ, ὃς ἔδωκεν σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσιν.

49καὶ ἐξανέστησαν πάντες οἱ κλητοὶ Ἀδωνειού, καὶ ἦλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ. 50καὶ Ἀδωνείας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμών, καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου. 51καὶ ἀνηγγέλη τῷ Σαλωμὼν λέγοντες Ἰδοὺ Ἀδωνείας ἐφοβήθη τὸν βασιλέα Σαλωμών, καὶ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου λέγων Ὀμοσάτω μοι σήμερον Σαλωμὼν εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ῥομφαίᾳ. 52καὶ εἶπεν Σαλωμών Ἐὰν γένηται εἰς υἱὸν δυνάμεως, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ, θανατωθήσεται. 53καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμών, καὶ κατήνεγκεν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου· καὶ εἰσῆλθεν καὶ προσεκύνησεν τῷ Σαλωμών, καὶ εἶπεν αὐτῷ Σαλωμών Δεῦρο εἰς τὸν οἶκόν σου.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Samuel 24
Top of Page
Top of Page