Par 

19 Οἴδαμεν δὲ ὅτι ὅσα νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς κόσμος τῷ Θεῷ

20 διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας

21 Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν

22 δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας τοὺς πιστεύοντας οὐ γάρ ἐστιν διαστολή

23 πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ

24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ

25 ὃν προέθετο Θεὸς ἱλαστήριον διὰ [τῆς] πίστεως ἐν τῷ αὐτοῦ αἵματι εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ

26 πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ

27 Ποῦ οὖν καύχησις ἐξεκλείσθη διὰ ποίου νόμου τῶν ἔργων οὐχί ἀλλὰ διὰ νόμου πίστεως

28 λογιζόμεθα γὰρ δικαιοῦσθαι πίστει ἄνθρωπον χωρὶς ἔργων νόμου

29 Ἰουδαίων Θεὸς μόνον οὐχὶ καὶ ἐθνῶν ναὶ καὶ ἐθνῶν

30 εἴπερ εἷς Θεός ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως

31 Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως μὴ γένοιτο ἀλλὰ νόμον ἱστάνομεν

Romans 3:19-31, Hebrew & Greek Study Bible. Public domain.
Romans 2
Top of Page
Top of Page










Copied