Par 

34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό

35 καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν

36 Διδάσκαλε ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ

37 δὲ ἔφη αὐτῷ Ἀγαπήσεις κύριον τὸν Θεόν σου ἐν ὅλῃ τῇ καρδίᾳ σου καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου

38 αὕτη ἐστὶν μεγάλη καὶ πρώτη ἐντολή

39 δευτέρα ‹δὲ› ὁμοία αὐτῇ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν

40 ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος νόμος κρέμαται καὶ οἱ προφῆται

41 Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς Ἰησοῦς

42 λέγων Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ τίνος υἱός ἐστιν Λέγουσιν αὐτῷ Τοῦ Δαυίδ

43 Λέγει αὐτοῖς Πῶς οὖν Δαυὶδ ἐν Πνεύματι καλεῖ αὐτὸν Κύριον λέγων

44 Εἶπεν Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου Ὑποκάτω τῶν ποδῶν σου

45 Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν Κύριον πῶς υἱὸς αὐτοῦ ἐστιν

46 Καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον οὐδὲ ἐτόλμησέν τις ἀπ’ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι

Matthew 22:34-46, Hebrew & Greek Study Bible. Public domain.
Matthew 21
Top of Page
Top of Page










Copied