1 Καὶ εἰσῆλθεν πάλιν εἰς [τὴν] συναγωγήν καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα

2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν ἵνα κατηγορήσωσιν αὐτοῦ

3 Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ τὴν «χεῖρα ἔχοντι» ξηράν Ἔγειρε εἰς τὸ μέσον

4 καὶ λέγει αὐτοῖς Ἔξεστιν τοῖς σάββασιν ἀγαθὸν¦ποιῆσαι κακοποιῆσαι ψυχὴν σῶσαι ἀποκτεῖναι Οἱ δὲ ἐσιώπων

5 Καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς συλλυπούμενος* ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν λέγει τῷ ἀνθρώπῳ Ἔκτεινον τὴν χεῖρα (σου) καὶ ἐξέτεινεν καὶ ἀπεκατεστάθη χεὶρ αὐτοῦ

6 Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐδίδουν κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν

7 Καὶ Ἰησοῦς μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν πρὸς τὴν θάλασσαν καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησεν καὶ ἀπὸ τῆς Ἰουδαίας

8 καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας καὶ πέραν τοῦ Ἰορδάνου καὶ περὶ Τύρον καὶ Σιδῶνα πλῆθος πολύ ἀκούοντες ὅσα ἐποίει* ἦλθον πρὸς αὐτόν

9 Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν

Mark 3:1-9, Hebrew & Greek Study Bible. Public domain.
Mark 2
Top of Page
Top of Page
Copied