Par 

28 Τίς γὰρ ἐξ ὑμῶν θέλων πύργον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην εἰ ἔχει εἰς ἀπαρτισμόν

29 ἵνα μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι πάντες οἱ θεωροῦντες ἄρξωνται αὐτῷ ἐμπαίζειν

30 λέγοντες ὅτι Οὗτος ἄνθρωπος ἤρξατο οἰκοδομεῖν καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι

31 τίς βασιλεὺς πορευόμενος ἑτέρῳ βασιλεῖ συμβαλεῖν εἰς πόλεμον οὐχὶ καθίσας πρῶτον βουλεύσεται εἰ δυνατός ἐστιν ἐν δέκα χιλιάσιν ὑπαντῆσαι τῷ μετὰ εἴκοσι χιλιάδων ἐρχομένῳ ἐπ’ αὐτόν

32 εἰ δὲ μή¦γε ἔτι αὐτοῦ πόρρω ὄντος πρεσβείαν ἀποστείλας ἐρωτᾷ τὰ πρὸς εἰρήνην

33 Οὕτως οὖν πᾶς ἐξ ὑμῶν ὃς οὐκ ἀποτάσσεται πᾶσιν τοῖς ἑαυτοῦ ὑπάρχουσιν οὐ δύναται εἶναί μου μαθητής

34 Καλὸν οὖν τὸ ἅλας ἐὰν δὲ καὶ τὸ ἅλας μωρανθῇ ἐν τίνι ἀρτυθήσεται

35 οὔτε εἰς γῆν οὔτε εἰς κοπρίαν εὔθετόν ἐστιν ἔξω βάλλουσιν αὐτό ἔχων ὦτα ἀκούειν ἀκουέτω

Luke 14:28-35, Hebrew & Greek Study Bible. Public domain.
Luke 13
Top of Page
Top of Page










Copied