|
36 Τίς τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς 37 Ὁ δὲ εἶπεν Ὁ ποιήσας τὸ ἔλεος μετ’ αὐτοῦ Εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς Πορεύου καὶ σὺ ποίει ὁμοίως 38 Ἐν δὲ τῷ πορεύεσθαι αὐτοὺς αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν 〈εἰς τὴν οἰκίαν〉 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαριάμ ἣ καὶ παρακαθεσθεῖσα πρὸς τοὺς πόδας τοῦ Κυρίου ἤκουεν τὸν λόγον αὐτοῦ 40 ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν ἐπιστᾶσα δὲ εἶπεν Κύριε οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλειπεν διακονεῖν εἰπὲ* οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται 41 Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Κύριος Μάρθα Μάρθα μεριμνᾷς καὶ θορυβάζῃ περὶ πολλά 42 ὀλίγων δέ ἐστιν χρεία ἢ ἑνός Μαριὰμ γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο ἥτις οὐκ ἀφαιρεθήσεται αὐτῆς Luke 10:36-42, Hebrew & Greek Study Bible. Public domain.
|



