|
1 Ὅθεν ἀδελφοὶ ἅγιοι κλήσεως ἐπουρανίου μέτοχοι κατανοήσατε τὸν Ἀπόστολον καὶ Ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν 2 πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν ὡς καὶ Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ 3 Πλείονος γὰρ οὗτος δόξης παρὰ Μωϋσῆν ἠξίωται καθ’ ὅσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν 4 πᾶς γὰρ οἶκος κατασκευάζεται ὑπό τινος ὁ δὲ πάντα κατασκευάσας Θεός 5 Καὶ Μωϋσῆς μὲν πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων 6 Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ οὗ οἶκός ἐσμεν ἡμεῖς ἐὰν τὴν παρρησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος 〈μέχρι τέλους βεβαίαν〉 κατάσχωμεν 7 Διό καθὼς λέγει τὸ Πνεῦμα τὸ Ἅγιον Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε 8 μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ Hebrews 3:1-8, Hebrew & Greek Study Bible. Public domain.
|



