Par 

14 οὕτως καὶ Κύριος διέταξεν τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν

15 ἐγὼ δὲ οὐ κέχρημαι οὐδενὶ τούτων οὐκ ἔγραψα δὲ ταῦτα ἵνα οὕτως γένηται ἐν ἐμοί καλὸν γάρ μοι μᾶλλον ἀποθανεῖν τὸ καύχημά μου οὐδεὶς κενώσει

16 Ἐὰν γὰρ εὐαγγελίζωμαι οὐκ ἔστιν μοι καύχημα ἀνάγκη γάρ μοι ἐπίκειται οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίσωμαι

17 εἰ γὰρ ἑκὼν τοῦτο πράσσω μισθὸν ἔχω εἰ δὲ ἄκων οἰκονομίαν πεπίστευμαι

18 τίς οὖν μού ἐστιν μισθός ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ εὐαγγέλιον εἰς τὸ μὴ καταχρήσασθαι τῇ ἐξουσίᾳ μου ἐν τῷ εὐαγγελίῳ

19 Ἐλεύθερος γὰρ ὢν ἐκ πάντων πᾶσιν ἐμαυτὸν ἐδούλωσα ἵνα τοὺς πλείονας κερδήσω

20 καὶ ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος ἵνα Ἰουδαίους κερδήσω τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον μὴ ὢν αὐτὸς ὑπὸ νόμον ἵνα τοὺς ὑπὸ νόμον κερδήσω

21 τοῖς ἀνόμοις ὡς ἄνομος μὴ ὢν ἄνομος Θεοῦ ἀλλ’ ἔννομος Χριστοῦ ἵνα κερδάνω τοὺς ἀνόμους

22 ἐγενόμην τοῖς ἀσθενέσιν ἀσθενής ἵνα τοὺς ἀσθενεῖς κερδήσω τοῖς πᾶσιν γέγονα πάντα ἵνα πάντως τινὰς σώσω

23 Πάντα δὲ ποιῶ διὰ τὸ εὐαγγέλιον ἵνα συνκοινωνὸς αὐτοῦ γένωμαι

24 Οὐκ οἴδατε ὅτι οἱ ἐν σταδίῳ τρέχοντες πάντες μὲν τρέχουσιν εἷς δὲ λαμβάνει τὸ βραβεῖον οὕτως τρέχετε ἵνα καταλάβητε

25 πᾶς δὲ ἀγωνιζόμενος πάντα ἐγκρατεύεται ἐκεῖνοι μὲν οὖν ἵνα φθαρτὸν στέφανον λάβωσιν ἡμεῖς δὲ ἄφθαρτον

26 ἐγὼ τοίνυν οὕτως τρέχω ὡς οὐκ ἀδήλως οὕτως πυκτεύω ὡς οὐκ ἀέρα δέρων

27 ἀλλὰ ὑπωπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ μή πως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι

1 Corinthians 9:14-27, Hebrew & Greek Study Bible. Public domain.
1 Corinthians 8
Top of Page
Top of Page










Copied