Revelation 9
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Καὶ πέμπτος ἄγγελος ἐσάλπισεν καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν καὶ ἐδόθη αὐτῷ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου
2[an error occurred while processing this directive]2καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου μεγάλης καὶ ἐσκοτώθη ἥλιος καὶ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος
3[an error occurred while processing this directive]3Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν καὶ ἐδόθη αὐταῖς* ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς
4[an error occurred while processing this directive]4καὶ ἐρρέθη αὐταῖς* ἵνα μὴ ἀδικήσουσιν τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσι* τὴν σφραγῖδα τοῦ Θεοῦ ἐπὶ τῶν μετώπων
5[an error occurred while processing this directive]5καὶ ἐδόθη αὐτοῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς ἀλλ’ ἵνα βασανισθήσονται μῆνας πέντε καὶ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου ὅταν παίσῃ ἄνθρωπον
6[an error occurred while processing this directive]6καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ φεύγει θάνατος ἀπ’ αὐτῶν
7[an error occurred while processing this directive]7Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια* ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων
8[an error occurred while processing this directive]8καὶ εἶχον* τρίχας ὡς τρίχας γυναικῶν καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν
9[an error occurred while processing this directive]9καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς καὶ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον
10[an error occurred while processing this directive]10καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε
11[an error occurred while processing this directive]11ἔχουσιν ἐπ’ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου ὄνομα αὐτῷ Ἑβραϊστί Ἀβαδδών καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων
12[an error occurred while processing this directive]12 Οὐαὶ μία ἀπῆλθεν ἰδοὺ ἔρχεται ἔτι δύο Οὐαὶ μετὰ ταῦτα
13[an error occurred while processing this directive]13Καὶ ἕκτος ἄγγελος ἐσάλπισεν καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν τεσσάρων κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ Θεοῦ
14[an error occurred while processing this directive]14λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ ἔχων τὴν σάλπιγγα Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ
15[an error occurred while processing this directive]15καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων
16[an error occurred while processing this directive]16καὶ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ δισμυριάδες* μυριάδων ἤκουσα τὸν ἀριθμὸν αὐτῶν
17[an error occurred while processing this directive]17Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ’ αὐτῶν ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον
18[an error occurred while processing this directive]18ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν
19[an error occurred while processing this directive]19 γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν ἔχουσαι κεφαλάς καὶ ἐν αὐταῖς ἀδικοῦσιν
20[an error occurred while processing this directive]20‹Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις οὐδὲ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν ἵνα μὴ προσκυνήσουσιν τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα οὔτε βλέπειν δύνανται οὔτε ἀκούειν οὔτε περιπατεῖν›
21[an error occurred while processing this directive]21καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμάκων αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Revelation 8
Top of Page
Top of Page