Par 

12 οἶδα καὶ ταπεινοῦσθαι οἶδα καὶ περισσεύειν ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι καὶ χορτάζεσθαι καὶ πεινᾶν καὶ περισσεύειν καὶ ὑστερεῖσθαι

13 πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με

14 Πλὴν καλῶς ἐποιήσατε συνκοινωνήσαντές μου τῇ θλίψει

15 οἴδατε δὲ καὶ ὑμεῖς Φιλιππήσιοι ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου ὅτε ἐξῆλθον ἀπὸ Μακεδονίας οὐδεμία μοι ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως καὶ λήμψεως εἰ μὴ ὑμεῖς μόνοι

16 ὅτι καὶ ἐν Θεσσαλονίκῃ καὶ ἅπαξ καὶ δὶς εἰς τὴν χρείαν μοι ἐπέμψατε

17 Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα ἀλλὰ ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν

18 ἀπέχω δὲ πάντα καὶ περισσεύω πεπλήρωμαι δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ’ ὑμῶν ὀσμὴν εὐωδίας θυσίαν δεκτήν εὐάρεστον τῷ Θεῷ

19 δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸ πλοῦτος αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ

20 τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν

21 Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί

22 Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας

23 χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν ⧼Ἀμήν⧽

Philippians 4:12-23, Hebrew & Greek Study Bible. Public domain.
Philippians 3
Top of Page
Top of Page










Copied