|
3 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν 4 ὁ γὰρ Θεὸς εἶπεν Τίμα τὸν πατέρα καὶ τὴν μητέρα καί Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω 5 ὑμεῖς δὲ λέγετε Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς 6 οὐ μὴ τιμήσει τὸν πατέρα αὐτοῦ 〈ἢ τὴν μητέρα αὐτοῦ〉 καὶ ἠκυρώσατε τὸν λόγον τοῦ Θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν 7 ὑποκριταί καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων 8 Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ Ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ 9 Μάτην δὲ σέβονταί με Διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων Matthew 15:3-9, Hebrew & Greek Study Bible. Public domain.
|



