|
21 Ταῦτα εἰπὼν ‹ὁ› Ἰησοῦς ἐταράχθη τῷ πνεύματι καὶ ἐμαρτύρησεν καὶ εἶπεν Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με 22 Ἔβλεπον εἰς ἀλλήλους οἱ μαθηταὶ ἀπορούμενοι περὶ τίνος λέγει 23 ἦν ἀνακείμενος εἷς ἐκ τῶν μαθητῶν αὐτοῦ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ ὃν ἠγάπα ὁ Ἰησοῦς 24 νεύει οὖν τούτῳ Σίμων Πέτρος 〈καὶ λέγει αὐτῷ〉 ‹πυθέσθαι τίς ἂν εἴη› περὶ οὗ λέγει 25 ἀναπεσὼν [οὖν] ἐκεῖνος οὕτως ἐπὶ τὸ στῆθος τοῦ Ἰησοῦ λέγει αὐτῷ Κύριε τίς ἐστιν 26 Ἀποκρίνεται 〈οὖν〉 ὁ Ἰησοῦς Ἐκεῖνός ἐστιν ᾧ ἐγὼ βάψω τὸ ψωμίον καὶ δώσω αὐτῷ βάψας οὖν τὸ ψωμίον λαμβάνει καὶ δίδωσιν Ἰούδᾳ Σίμωνος Ἰσκαριώτου 27 καὶ μετὰ τὸ ψωμίον τότε εἰσῆλθεν εἰς ἐκεῖνον ὁ Σατανᾶς Λέγει οὖν αὐτῷ ‹ὁ› Ἰησοῦς Ὃ ποιεῖς ποίησον τάχιον John 13:21-27, Hebrew & Greek Study Bible. Public domain.
|



