19 Καὶ αὕτη ἐστὶν μαρτυρία τοῦ Ἰωάννου ὅτε ἀπέστειλαν πρὸς αὐτὸν οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν Σὺ τίς εἶ

20 καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο καὶ ὡμολόγησεν ὅτι Ἐγὼ οὐκ εἰμὶ Χριστός

21 Καὶ ἠρώτησαν αὐτόν Τί οὖν σὺ Ἠλίας εἶ Καὶ λέγει Οὐκ εἰμί προφήτης εἶ σύ Καὶ ἀπεκρίθη Οὔ

22 Εἶπαν οὖν αὐτῷ Τίς εἶ ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς τί λέγεις περὶ σεαυτοῦ

23 Ἔφη Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Εὐθύνατε τὴν ὁδὸν Κυρίου καθὼς εἶπεν Ἠσαΐας προφήτης

24 Καὶ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων

25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ Τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ Χριστὸς οὐδὲ Ἠλίας οὐδὲ προφήτης

26 Ἀπεκρίθη αὐτοῖς Ἰωάννης λέγων Ἐγὼ βαπτίζω ἐν ὕδατι μέσος ὑμῶν ἕστηκεν* ὃν ὑμεῖς οὐκ οἴδατε

27 ὀπίσω μου ἐρχόμενος οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος

28 Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου ὅπου ἦν Ἰωάννης βαπτίζων

John 1:19-28, Hebrew & Greek Study Bible. Public domain.
Luke 24
Top of Page
Top of Page
Copied