Par ▾

5 καὶ ἐκλέλησθε τῆς παρακλήσεως ἥτις ὑμῖν ὡς υἱοῖς διαλέγεται Υἱέ μου μὴ ὀλιγώρει παιδείας Κυρίου μηδὲ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος

6 ὃν γὰρ ἀγαπᾷ Κύριος παιδεύει μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται

7 Εἰς παιδείαν ὑπομένετε ὡς υἱοῖς ὑμῖν προσφέρεται ὁ Θεός τίς γὰρ υἱὸς ὃν οὐ παιδεύει πατήρ

8 εἰ δὲ χωρίς ἐστε παιδείας ἧς μέτοχοι γεγόνασιν πάντες ἄρα νόθοι καὶ οὐχ υἱοί ἐστε

9 εἶτα τοὺς μὲν τῆς σαρκὸς ἡμῶν πατέρας εἴχομεν παιδευτὰς καὶ ἐνετρεπόμεθα οὐ πολὺ [δὲ] μᾶλλον ὑποταγησόμεθα τῷ Πατρὶ τῶν πνευμάτων καὶ ζήσομεν

10 Οἱ μὲν γὰρ πρὸς ὀλίγας ἡμέρας κατὰ τὸ δοκοῦν αὐτοῖς ἐπαίδευον ὁ δὲ ἐπὶ τὸ συμφέρον εἰς τὸ μεταλαβεῖν τῆς ἁγιότητος αὐτοῦ

11 πᾶσα δὲ* παιδεία πρὸς μὲν τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι ἀλλὰ λύπης ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς δι’ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσιν δικαιοσύνης

Hebrews 12:5-11, Hebrew & Greek Study Bible. Public domain.
Hebrews 11
Top of Page
Top of Page










Copied