1 Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς

2 ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν

3 εἰ ἐγεύσασθε ὅτι χρηστὸς Κύριος

4 Πρὸς ὃν προσερχόμενοι λίθον ζῶντα ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ Θεῷ ἐκλεκτὸν ἔντιμον

5 καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους [τῷ] Θεῷ διὰ Ἰησοῦ Χριστοῦ

6 διότι περιέχει ἐν γραφῇ Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον καὶ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ

7 Ὑμῖν οὖν τιμὴ τοῖς πιστεύουσιν ἀπιστοῦσιν δὲ Λίθος ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας

8 Καὶ Λίθος προσκόμματος καὶ πέτρα σκανδάλου Οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες εἰς καὶ ἐτέθησαν

1 Peter 2:1-8, Hebrew & Greek Study Bible. Public domain.
1 Peter 1
Top of Page
Top of Page
Copied