Hebrews 1
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Πολυμερῶς καὶ πολυτρόπως πάλαι Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις
2[an error occurred while processing this directive]2ἐπ’ ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ ὃν ἔθηκεν κληρονόμον πάντων δι’ οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας
3[an error occurred while processing this directive]3ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως ‹δι’› αὐτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς Μεγαλωσύνης ἐν ὑψηλοῖς
4[an error occurred while processing this directive]4τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ’ αὐτοὺς κεκληρονόμηκεν ὄνομα
5[an error occurred while processing this directive]5Τίνι γὰρ εἶπέν ποτε τῶν ἀγγέλων Υἱός μου εἶ σύ ἐγὼ σήμερον γεγέννηκά σε Καὶ πάλιν Ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς Υἱόν
6[an error occurred while processing this directive]6Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην λέγει Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ
7[an error occurred while processing this directive]7Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα
8[an error occurred while processing this directive]8Πρὸς δὲ τὸν Υἱόν θρόνος σου Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος καὶ ῥάβδος τῆς εὐθύτητος ῥάβδος τῆς βασιλείας σου*
9[an error occurred while processing this directive]9ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν διὰ τοῦτο ἔχρισέν σε Θεός Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
10[an error occurred while processing this directive]10Καί Σὺ κατ’ ἀρχάς Κύριε τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί
11[an error occurred while processing this directive]11αὐτοὶ ἀπολοῦνται σὺ δὲ διαμένεις καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται
12[an error occurred while processing this directive]12καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς ὡς ἱμάτιον καὶ ἀλλαγήσονται σὺ δὲ αὐτὸς εἶ καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν
13[an error occurred while processing this directive]13Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέν ποτε Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου
14[an error occurred while processing this directive]14Οὐχὶ πάντες εἰσὶν λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
Philemon 1
Top of Page
Top of Page