1 Corinthians 2
[an error occurred while processing this directive] Parallel GRK [BSB CSB ESV HCS KJV ISV NAS NET NIV NLT GRK]
[an error occurred while processing this directive]Greek Study Bible
1[an error occurred while processing this directive]1Κἀγὼ ἐλθὼν πρὸς ὑμᾶς ἀδελφοί ἦλθον οὐ καθ’ ὑπεροχὴν λόγου σοφίας καταγγέλλων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ
2[an error occurred while processing this directive]2οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον
3[an error occurred while processing this directive]3κἀγὼ ἐν ἀσθενείᾳ καὶ ἐν φόβῳ καὶ ἐν τρόμῳ πολλῷ ἐγενόμην πρὸς ὑμᾶς
4[an error occurred while processing this directive]4καὶ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις ἀλλ’ ἐν ἀποδείξει Πνεύματος καὶ δυνάμεως
5[an error occurred while processing this directive]5ἵνα πίστις ὑμῶν μὴ ἐν σοφίᾳ ἀνθρώπων ἀλλ’ ἐν δυνάμει Θεοῦ
6[an error occurred while processing this directive]6Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων
7[an error occurred while processing this directive]7ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην ἣν προώρισεν Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν
8[an error occurred while processing this directive]8ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν εἰ γὰρ ἔγνωσαν οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν
9[an error occurred while processing this directive]9ἀλλὰ καθὼς γέγραπται ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ὅσα ἡτοίμασεν Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν
10[an error occurred while processing this directive]10Ἡμῖν γὰρ ἀπεκάλυψεν Θεὸς διὰ τοῦ Πνεύματος Τὸ γὰρ Πνεῦμα πάντα ἐραυνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ
11[an error occurred while processing this directive]11τίς γὰρ οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνωκεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ
12[an error occurred while processing this directive]12ἡμεῖς δὲ οὐ τὸ πνεῦμα τοῦ κόσμου ἐλάβομεν ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ Θεοῦ χαρισθέντα ἡμῖν
13[an error occurred while processing this directive]13 καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις ἀλλ’ ἐν διδακτοῖς Πνεύματος πνευματικοῖς πνευματικὰ συνκρίνοντες
14[an error occurred while processing this directive]14Ψυχικὸς δὲ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος τοῦ Θεοῦ μωρία γὰρ αὐτῷ ἐστίν καὶ οὐ δύναται γνῶναι ὅτι πνευματικῶς ἀνακρίνεται
15[an error occurred while processing this directive]15 δὲ πνευματικὸς ἀνακρίνει τὰ* πάντα αὐτὸς δὲ ὑπ’ οὐδενὸς ἀνακρίνεται
16[an error occurred while processing this directive]16Τίς γὰρ ἔγνω νοῦν Κυρίου ὃς συμβιβάσει αὐτόν ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν
[an error occurred while processing this directive]Greek and Hebrew Study Bible courtesy Bible Hub and the Discovery Bible team.
1 Corinthians 1
Top of Page
Top of Page