24 τῇ γὰρ ἐλπίδι ἐσώθημεν ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς γὰρ βλέπει τις τί ἐλπίζει

25 εἰ δὲ οὐ βλέπομεν ἐλπίζομεν δι’ ὑπομονῆς ἀπεκδεχόμεθα

26 Ὡσαύτως δὲ καὶ τὸ Πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν τὸ γὰρ τί προσευξώμεθα καθὸ δεῖ οὐκ οἴδαμεν ἀλλὰ αὐτὸ τὸ Πνεῦμα ὑπερεντυγχάνει στεναγμοῖς ἀλαλήτοις

27 δὲ ἐραυνῶν τὰς καρδίας οἶδεν τί τὸ φρόνημα τοῦ Πνεύματος ὅτι κατὰ Θεὸν ἐντυγχάνει ὑπὲρ ἁγίων

28 Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσιν τὸν Θεὸν πάντα συνεργεῖ (ὁ θεὸς) εἰς ἀγαθόν τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν

29 ὅτι οὓς προέγνω καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ Υἱοῦ αὐτοῦ εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς

30 οὓς δὲ προώρισεν τούτους καὶ ἐκάλεσεν καὶ οὓς ἐκάλεσεν τούτους καὶ ἐδικαίωσεν οὓς δὲ ἐδικαίωσεν τούτους καὶ ἐδόξασεν

31 Τί οὖν ἐροῦμεν πρὸς ταῦτα εἰ Θεὸς ὑπὲρ ἡμῶν τίς καθ’ ἡμῶν

32 ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται

33 τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν Θεοῦ Θεὸς δικαιῶν

34 τίς κατακρινῶν Χριστὸς Ἰησοῦς ἀποθανών μᾶλλον δὲ ἐγερθείς (ἐκ νεκρῶν) ὅς ‹καί› ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν

35 Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ θλῖψις στενοχωρία διωγμὸς λιμὸς γυμνότης κίνδυνος μάχαιρα

36 καθὼς γέγραπται ὅτι Ἕνεκεν σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς

37 Ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς

38 πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε δυνάμεις

39 οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν

Romans 8:24-39, Hebrew & Greek Study Bible. Public domain.
Romans 7
Top of Page
Top of Page
Copied