1 Τί οὖν ἐροῦμεν ἐπιμένωμεν τῇ ἁμαρτίᾳ ἵνα χάρις πλεονάσῃ

2 μὴ γένοιτο οἵτινες ἀπεθάνομεν τῇ ἁμαρτίᾳ πῶς ἔτι ζήσομεν ἐν αὐτῇ

3 ἀγνοεῖτε ὅτι ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν

4 συνετάφημεν οὖν αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν

5 Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα

6 τοῦτο γινώσκοντες ὅτι παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ

7 γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας

8 Εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ πιστεύομεν ὅτι καὶ συζήσομεν* αὐτῷ

9 εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει θάνατος αὐτοῦ οὐκέτι κυριεύει

Romans 6:1-9, Hebrew & Greek Study Bible. Public domain.
Romans 5
Top of Page
Top of Page
Copied