1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν

2 Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα πρῶτος Σίμων λεγόμενος Πέτρος καὶ Ἀνδρέας ἀδελφὸς αὐτοῦ καὶ Ἰάκωβος τοῦ Ζεβεδαίου καὶ Ἰωάννης ἀδελφὸς αὐτοῦ

3 Φίλιππος καὶ Βαρθολομαῖος Θωμᾶς καὶ Μαθθαῖος τελώνης Ἰάκωβος τοῦ Ἁλφαίου καὶ Θαδδαῖος

4 Σίμων Καναναῖος καὶ Ἰούδας Ἰσκαριώτης καὶ παραδοὺς αὐτόν

5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε καὶ εἰς πόλιν Σαμαριτῶν μὴ εἰσέλθητε

6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ

7 πορευόμενοι δὲ κηρύσσετε λέγοντες ὅτι Ἤγγικεν βασιλεία τῶν οὐρανῶν

8 ἀσθενοῦντας θεραπεύετε νεκροὺς ἐγείρετε λεπροὺς καθαρίζετε δαιμόνια ἐκβάλλετε δωρεὰν ἐλάβετε δωρεὰν δότε

9 Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν

10 μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας μηδὲ ὑποδήματα μηδὲ ῥάβδον ἄξιος γὰρ ἐργάτης τῆς τροφῆς αὐτοῦ

Matthew 10:1-10, Hebrew & Greek Study Bible. Public domain.
Matthew 9
Top of Page
Top of Page
Copied