Par 

66 Καὶ ὄντος τοῦ Πέτρου κάτω ἐν τῇ αὐλῇ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως

67 καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα τοῦ Ἰησοῦ

68 δὲ ἠρνήσατο λέγων Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί λέγεις καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον ‹καὶ ἀλέκτωρ ἐφώνησεν›

69 Καὶ παιδίσκη ἰδοῦσα αὐτὸν ἤρξατο πάλιν λέγειν τοῖς παρεστῶσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν

70 δὲ πάλιν ἠρνεῖτο Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ Ἀληθῶς ἐξ αὐτῶν εἶ καὶ γὰρ Γαλιλαῖος εἶ ‹καὶ λαλιά σου ὁμοιάζει›

71 δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε

72 καὶ εὐθὺς ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν Καὶ ἀνεμνήσθη Πέτρος τὸ ῥῆμα ὡς εἶπεν αὐτῷ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα δὶς φωνῆσαι τρίς με ἀπαρνήσῃ καὶ ἐπιβαλὼν ἔκλαιεν

Mark 14:66-72, Hebrew & Greek Study Bible. Public domain.
Mark 13
Top of Page
Top of Page










Copied