Par ▾

25 Ἦν δὲ ὁ υἱὸς αὐτοῦ ὁ πρεσβύτερος ἐν ἀγρῷ καὶ ὡς ἐρχόμενος ἤγγισεν τῇ οἰκίᾳ ἤκουσεν συμφωνίας καὶ χορῶν

26 καὶ προσκαλεσάμενος ἕνα τῶν παίδων ἐπυνθάνετο τί ἂν εἴη ταῦτα

27 Ὁ δὲ εἶπεν αὐτῷ ὅτι Ὁ ἀδελφός σου ἥκει καὶ ἔθυσεν ὁ πατήρ σου τὸν μόσχον τὸν σιτευτόν ὅτι ὑγιαίνοντα αὐτὸν ἀπέλαβεν

28 Ὠργίσθη δὲ καὶ οὐκ ἤθελεν εἰσελθεῖν ὁ δὲ πατὴρ αὐτοῦ ἐξελθὼν παρεκάλει αὐτόν

29 Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ πατρὶ ‹αὐτοῦ› Ἰδοὺ τοσαῦτα ἔτη δουλεύω σοι καὶ οὐδέποτε ἐντολήν σου παρῆλθον καὶ ἐμοὶ οὐδέποτε ἔδωκας ἔριφον ἵνα μετὰ τῶν φίλων μου εὐφρανθῶ

30 ὅτε δὲ ὁ υἱός σου οὗτος ὁ καταφαγών σου τὸν βίον μετὰ πορνῶν ἦλθεν ἔθυσας αὐτῷ τὸν σιτευτὸν μόσχον

31 Ὁ δὲ εἶπεν αὐτῷ Τέκνον σὺ πάντοτε μετ’ ἐμοῦ εἶ καὶ πάντα τὰ ἐμὰ σά ἐστιν

32 εὐφρανθῆναι δὲ καὶ χαρῆναι ἔδει ὅτι ὁ ἀδελφός σου οὗτος νεκρὸς ἦν καὶ ἔζησεν καὶ ἀπολωλὼς καὶ εὑρέθη

Luke 15:25-32, Hebrew & Greek Study Bible. Public domain.
Luke 14
Top of Page
Top of Page










Copied