Par 

17 Τοῦτο δὲ λέγω διαθήκην προκεκυρωμένην ὑπὸ τοῦ Θεοῦ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροῖ εἰς τὸ καταργῆσαι τὴν ἐπαγγελίαν

18 εἰ γὰρ ἐκ νόμου κληρονομία οὐκέτι ἐξ ἐπαγγελίας τῷ δὲ Ἀβραὰμ δι’ ἐπαγγελίας κεχάρισται Θεός

19 Τί οὖν νόμος τῶν παραβάσεων χάριν προσετέθη ἄχρις οὗ* ἔλθῃ τὸ σπέρμα ἐπήγγελται διαταγεὶς δι’ ἀγγέλων ἐν χειρὶ μεσίτου

20 δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν δὲ Θεὸς εἷς ἐστιν

21 οὖν νόμος κατὰ τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ μὴ γένοιτο εἰ γὰρ ἐδόθη νόμος δυνάμενος ζωοποιῆσαι ὄντως ἐκ νόμου ἂν ἦν δικαιοσύνη

22 ἀλλὰ συνέκλεισεν γραφὴ τὰ πάντα ὑπὸ ἁμαρτίαν ἵνα ἐπαγγελία ἐκ πίστεως Ἰησοῦ Χριστοῦ δοθῇ τοῖς πιστεύουσιν

23 Πρὸ τοῦ δὲ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συνκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι

24 ὥστε νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν ἵνα ἐκ πίστεως δικαιωθῶμεν

25 ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν

26 Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ Ἰησοῦ

27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε Χριστὸν ἐνεδύσασθε

28 οὐκ ἔνι Ἰουδαῖος οὐδὲ Ἕλλην οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος οὐκ ἔνι ἄρσεν καὶ θῆλυ πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ Ἰησοῦ

29 εἰ δὲ ὑμεῖς Χριστοῦ ἄρα τοῦ Ἀβραὰμ σπέρμα ἐστέ κατ’ ἐπαγγελίαν κληρονόμοι

Galatians 3:17-29, Hebrew & Greek Study Bible. Public domain.
Galatians 2
Top of Page
Top of Page










Copied