Jeremiah 6
Swete's Septuagint ABP ▾  HEB ▾ 

Jerusalem's Final Warning

1Ἐνισχύσατε, υἱοὶ Βενιαμείν, ἐκ μέσου τῆς Ἰερουσαλήμ, καὶ ἐν Θεκοῦε σημάνατε σάλπιγγι, καὶ ὑπὲρ Βαιθθαχαρμὰ ἄρατε σημεῖον· ὅτι κακὰ ἐκκέκυφεν ἀπὸ βορρᾶ, καὶ συντριβὴ μεγάλη γίνεται,

2καὶ ἀφαιρεθήσεται τὸ ὕψος σου, θυγάτηρ Σειών.

3εἰς αὐτὴν ἥξουσιν ποιμένες καὶ τὰ ποίμνια αὐτῶν, καὶ πήξουσιν ἐπ᾽ αὐτὴν σκηνὰς κύκλῳ, καὶ ποιμανοῦσιν ἕκαστος τῇ χειρὶ αὐτοῦ.

4παρασκευάσασθε ἐπ᾽ αὐτὴν εἰς πόλεμον, ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾽ αὐτήν μεσημβρίας· οὐαὶ ἡμῖν, ὅτι κέκλικεν ἡ ἡμέρα, ὃτι ἐκλείπουσιν αἱ σκιαὶ τῆς ἡμέρας.

5ἀνάστητε καὶ ἀναβῶμεν ἐπ᾽ αὐτὴν νυκτί, καὶ διαφθείρωμεν τὰ θεμέλια αὐτῆς.

6ὅτι τάδε λέγει Κύριος Ἔκκοψον τὰ ξύλα αὐτῆς, ἔκχεον ἐπὶ Ἰερουσαλὴμ δύναμιν· ὢ πόλις ψευδής, ὅλη καταδυναστεία ἐν αὐτῇ.

7ὡς ψύχει λάκκος ὕδωρ, οὕτως ψύχει κακία αὐτῆς· ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ πρόσωπον αὐτῆς διὰ παντός. πόνῳ καὶ μάστιγι

8παιδευθήσῃ, Ἰερουσαλήμ· μὴ ἀποστῇ ἡ ψυχή μου ἀπὸ σοῦ, μὴ ποιήσω σε ἄβατον γῆν ἥτις οὐ κατοικισθῇ.

9Ὅτι τάδε λέγει Κύριος Καλαμᾶσθε καλαμᾶσθε ὡς ἄμπελον τὰ κατάλοιπα τοῦ Ἰσραήλ, ἐπιστρέψατε ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρταλλον αὐτοῦ.

Israel's Rebellion and God's Wrath

10πρὸς τίνα λαλήσω καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται; ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δυνήσονται ἀκούειν· ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν, οὐ μὴ βουληθῶσιν αὐτό.

11καὶ τὸν θυμόν μου ἔπλησα καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτούς· ἐκχεῶ ἐπὶ νήπια ἔξωθεν, ἐπὶ συναγωγὴν νεανίσκων ἅμα, ὅτι ἀνὴρ καὶ γυνὴ συνλημφθήσονται, πρεσβύτερος μετὰ πλήρους ἡμερῶν·

12καὶ μεταστραφήσονται αἱ οἰκίαι αὐτῶν εἰς ἑτέρους, ἀγροὶ καὶ αἱ γυναῖκες αὐτῶν ἐπὶ τὸ αὐτό, ὅτι ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ τοὺς κατοικοῦντας τὴν γῆν ταύτην, λέγει Κύριος.

13ὅτι ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου πάντες συνετελέσαντο ἄνομα, ἀπὸ ἱερέως ἕως ψευδοπροφήτου πάντες ἐποίησαν ψευδῆ.

14καὶ ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ μου, ἐξουθενοῦντες καὶ λέγοντες Εἰρήνη εἰρήνη· καὶ ποῦ ἐστιν εἰρήνη;

15κατῃσχύνθησαν ὅτι ἐξελίποσαν· καὶ οὐδ᾽ ὣς καταισχυνόμενοι κατῃσχύνθησαν, καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν· διὰ τοῦτο πεσοῦνται ἐν τῇ πτώσει αὐτῶν, καὶ ἐν καιρῷ ἐπισκοπῆς ἀπολοῦνται, εἶπεν Κύριος.

16Τάδε λέγει Κύριος Στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε καὶ ἐρωτήσατε τρίβους Κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· καὶ εἶπαν Οὐ πορευσόμεθα.

17καθέστακα ἐφ᾽ ὑμᾶς σκοπούς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν Οὐκ ἀκουσόμεθα.

18διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια αὐτῶν.

19ἄκουε, γῆ· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ τὸν λαὸν τοῦτον κακά, τὸν καρπὸν ἀποστροφῆς αὐτῶν· ὅτι τῶν λόγων μου οὐ προσέσχον, καὶ τὸν νόμον μου ἀπώσαντο.

20ἵνα τί μοι λίβανον ἐκ Σαβὰ φέρετε καὶ κιννάμωμον ἐκ γῆς μακρόθεν; τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ εἰσὶν δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι.

21διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ δίδωμι ἐπὶ τὸν λαὸν τοῦτον ἀσθενίαν, καὶ ἀσθενήσουσιν πατέρες καὶ υἱοὶ ἅμα, γείτων καὶ ὁ πλησίον αὐτοῦ ἀπολοῦνται.

An Invasion from the North

22Τάδε λέγει Κύριος Ἰδοὺ λαὸς ἔρχεται ἀπὸ βορρᾶ, καὶ ἔθνη ἐγερθήσεται ἀπ᾽ ἐσχάτου τῆς γῆς,

23τόξον καὶ ζιβύνην κρατήσουσιν· ἰταμός ἐστιν, καὶ οὐκ ἐλεήσει· φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα, ἐφ᾽ ἵπποις καὶ ἅρμασιν παρατάξεται ὡς πῦρ εἰς πόλεμον πρὸς σέ, θύγατερ Σειών.

24ἠκούσαμεν τὴν ἀκοὴν αὐτῶν, παρελύθησαν αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης.

25μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία τῶν ἐχθρῶν παροικεῖ κυκλόθεν.

26θυγάτηρ λαοῦ μου, περίζωσαι σάκκον, κατάπασαι ἐν σποδῷ, πένθος ἀγαπητοῦ ποίησαι σεαυτῇ κοπετὸν οἰκτρόν, ὅτι ἐξέφνης ἥξει ταλαιπωρία ἐφ᾽ ὑμᾶς.

27δοκιμαστὴν δέδωκά σε ἐν λαοῖς δεδοκιμασμένοις καὶ γνώσῃ με ἐν τῷ δοκιμάσαι με τὴν ὁδὸν αὐτῶν·

28πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς· χαλκὸς καὶ σίδηρος, πάντες διεφθαρμένοι εἰσίν.

29ἐξέλιπεν φυσητὴρ ἀπὸ πυρός ἐξέλιπεν μόλιβος· εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ, πονηρία αὐτῶν οὐκ ἐτάκη.

30ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐτούς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Jeremiah 5
Top of Page
Top of Page