|
45 Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης 46 περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων Ἠλὶ* ἠλὶ* λεμὰ σαβαχθάνι* τοῦτ’ ἔστιν Θεέ μου θεέ μου ἵνα‿ τί με ἐγκατέλιπες 47 Τινὲς δὲ τῶν ἐκεῖ ἑστηκότων ἀκούσαντες ἔλεγον ὅτι Ἠλίαν φωνεῖ οὗτος 48 καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ ἐπότιζεν αὐτόν 49 Οἱ δὲ λοιποὶ ἔλεγον* Ἄφες ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν (ἄλλος δὲ λαβὼν λόγχην ἔνυξεν αὐτοῦ τὴν πλευράν καὶ ἐξῆλθεν ὕδωρ καὶ αἷμα) Matthew 27:45-50, Hebrew & Greek Study Bible. Public domain.
|



