1 Καὶ ἔλεγεν αὐτοῖς Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ὧδε τῶν ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει

2 Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει Ἰησοῦς τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ [τὸν] Ἰωάννην καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν μόνους καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν

3 καὶ τὰ ἱμάτια αὐτοῦ ἐγένετο στίλβοντα λευκὰ λίαν οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι

4 καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ καὶ ἦσαν συλλαλοῦντες* τῷ Ἰησοῦ

5 Καὶ ἀποκριθεὶς Πέτρος λέγει τῷ Ἰησοῦ Ῥαββί καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι καὶ ποιήσωμεν τρεῖς σκηνάς σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν

6 οὐ γὰρ ᾔδει τί ἀποκριθῇ ἔκφοβοι γὰρ ἐγένοντο

7 Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς καὶ ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης Οὗτός ἐστιν Υἱός μου ἀγαπητός ἀκούετε αὐτοῦ

Mark 9:1-7, Hebrew & Greek Study Bible. Public domain.
Mark 8
Top of Page
Top of Page
Copied