1 Ἰησοῦς δὲ πλήρης Πνεύματος Ἁγίου ὑπέστρεψεν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἤγετο ἐν τῷ Πνεύματι ἐν τῇ ἐρήμῳ

2 ἡμέρας τεσσεράκοντα πειραζόμενος ὑπὸ τοῦ διαβόλου Καὶ οὐκ ἔφαγεν οὐδὲν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συντελεσθεισῶν αὐτῶν ἐπείνασεν

3 Εἶπεν δὲ αὐτῷ διάβολος Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ εἰπὲ τῷ λίθῳ τούτῳ ἵνα γένηται ἄρτος

4 Καὶ ἀπεκρίθη πρὸς αὐτὸν Ἰησοῦς Γέγραπται ὅτι Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος ⧼ἀλλ’ ἐπὶ παντὶ ῥήματι θεοῦ⧽

5 Καὶ ἀναγαγὼν αὐτὸν ⧼ὁ διάβολος εἰς ὄρος ὑψηλὸν⧽ ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης ἐν στιγμῇ χρόνου

6 καὶ εἶπεν αὐτῷ διάβολος Σοὶ δώσω τὴν ἐξουσίαν ταύτην ἅπασαν καὶ τὴν δόξαν αὐτῶν ὅτι ἐμοὶ παραδέδοται καὶ ἐὰν θέλω δίδωμι αὐτήν

7 σὺ οὖν ἐὰν προσκυνήσῃς ἐνώπιον ἐμοῦ ἔσται σοῦ πᾶσα

8 Καὶ ἀποκριθεὶς Ἰησοῦς εἶπεν αὐτῷ Γέγραπται Προσκυνήσεις «Κύριον τὸν Θεόν σου» καὶ αὐτῷ μόνῳ λατρεύσεις

Luke 4:1-8, Hebrew & Greek Study Bible. Public domain.
Luke 3
Top of Page
Top of Page
Copied