1 Καὶ μετὰ ταῦτα περιεπάτει Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι

2 ἦν δὲ ἐγγὺς ἑορτὴ τῶν Ἰουδαίων σκηνοπηγία

3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ Μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν «τὰ ἔργα» σοῦ ποιεῖς

4 οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι εἰ ταῦτα ποιεῖς φανέρωσον σεαυτὸν τῷ κόσμῳ

5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν

6 Λέγει οὖν αὐτοῖς Ἰησοῦς καιρὸς ἐμὸς οὔπω πάρεστιν δὲ καιρὸς ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος

7 οὐ δύναται κόσμος μισεῖν ὑμᾶς ἐμὲ δὲ μισεῖ ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν

8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν ἐγὼ οὐκ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην ὅτι ἐμὸς καιρὸς οὔπω πεπλήρωται

9 Ταῦτα δὲ εἰπὼν αὐτὸς* ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ

10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ

John 7:1-10, Hebrew & Greek Study Bible. Public domain.
John 6
Top of Page
Top of Page
Copied