|
25 Ἐγένετο οὖν ζήτησις ἐκ τῶν μαθητῶν Ἰωάννου μετὰ Ἰουδαίου περὶ καθαρισμοῦ 26 καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπαν αὐτῷ Ῥαββί ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου ᾧ σὺ μεμαρτύρηκας ἴδε οὗτος βαπτίζει καὶ πάντες ἔρχονται πρὸς αὐτόν 27 Ἀπεκρίθη Ἰωάννης καὶ εἶπεν Οὐ δύναται ἄνθρωπος λαμβάνειν ‹οὐδὲ ἓν› ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ 28 αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε ὅτι εἶπον [ὅτι] Οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός ἀλλ’ ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου 29 Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται John 3:25-30, Hebrew & Greek Study Bible. Public domain.
|



