Par 

16 Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει καὶ ἐν πόσει ἐν μέρει ἑορτῆς νεομηνίας σαββάτων

17 ἐστιν σκιὰ τῶν μελλόντων τὸ δὲ σῶμα τοῦ Χριστοῦ

18 μηδεὶς ὑμᾶς καταβραβευέτω θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων ἑόρακεν ἐμβατεύων εἰκῇ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ

19 καὶ οὐ κρατῶν τὴν Κεφαλήν ἐξ οὗ πᾶν τὸ σῶμα διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ

20 Εἰ ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε

21 Μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς

22 ἐστιν πάντα εἰς φθορὰν τῇ ἀποχρήσει κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων

23 ἅτινά ἐστιν λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός

Colossians 2:16-23, Hebrew & Greek Study Bible. Public domain.
Colossians 1
Top of Page
Top of Page










Copied