Par 

36 πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς λέγων εἶναί τινα ἑαυτόν προσεκλίθη ἀνδρῶν ἀριθμὸς ὡς τετρακοσίων ὃς ἀνῃρέθη καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν

37 μετὰ τοῦτον ἀνέστη Ἰούδας Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς καὶ ἀπέστησεν λαὸν ὀπίσω αὐτοῦ κἀκεῖνος ἀπώλετο καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν

38 Καὶ τὰ νῦν λέγω ὑμῖν ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων καὶ ἄφετε αὐτούς ὅτι ἐὰν ἐξ ἀνθρώπων βουλὴ αὕτη τὸ ἔργον τοῦτο καταλυθήσεται

39 εἰ δὲ ἐκ Θεοῦ ἐστιν οὐ δυνήσεσθε καταλῦσαι αὐτούς μή‿ ποτε καὶ θεομάχοι εὑρεθῆτε

40 Ἐπείσθησαν δὲ αὐτῷ καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ καὶ ἀπέλυσαν

41 Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ Ὀνόματος ἀτιμασθῆναι

42 πᾶσάν τε ἡμέραν ἐν τῷ ἱερῷ καὶ κατ’ οἶκον οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι τὸν Χριστὸν Ἰησοῦν

Acts 5:36-42, Hebrew & Greek Study Bible. Public domain.
Acts 4
Top of Page
Top of Page










Copied