1 Διὰ τοῦτο ἔχοντες τὴν διακονίαν ταύτην καθὼς ἠλεήθημεν οὐκ ἐγκακοῦμεν

2 ἀλλὰ ἀπειπάμεθα τὰ κρυπτὰ τῆς αἰσχύνης μὴ περιπατοῦντες ἐν πανουργίᾳ μηδὲ δολοῦντες τὸν λόγον τοῦ Θεοῦ ἀλλὰ τῇ φανερώσει τῆς ἀληθείας συνιστάνοντες ἑαυτοὺς πρὸς πᾶσαν συνείδησιν ἀνθρώπων ἐνώπιον τοῦ Θεοῦ

3 Εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον

4 ἐν οἷς θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων εἰς τὸ μὴ αὐγάσαι τὸν φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ Χριστοῦ ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ

5 Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν

6 ὅτι Θεὸς εἰπών Ἐκ σκότους φῶς λάμψει ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης τοῦ Θεοῦ ἐν προσώπῳ [Ἰησοῦ] Χριστοῦ

7 Ἔχομεν δὲ τὸν θησαυρὸν τοῦτον ἐν ὀστρακίνοις σκεύεσιν ἵνα ὑπερβολὴ τῆς δυνάμεως τοῦ Θεοῦ καὶ μὴ ἐξ ἡμῶν

8 ἐν παντὶ θλιβόμενοι ἀλλ’ οὐ στενοχωρούμενοι ἀπορούμενοι ἀλλ’ οὐκ ἐξαπορούμενοι

9 διωκόμενοι ἀλλ’ οὐκ ἐγκαταλειπόμενοι καταβαλλόμενοι ἀλλ’ οὐκ ἀπολλύμενοι

2 Corinthians 4:1-9, Hebrew & Greek Study Bible. Public domain.
2 Corinthians 3
Top of Page
Top of Page
Copied