Par 

11 ἄχρι τῆς ἄρτι ὥρας καὶ πεινῶμεν καὶ διψῶμεν καὶ γυμνιτεύομεν καὶ κολαφιζόμεθα καὶ ἀστατοῦμεν

12 καὶ κοπιῶμεν ἐργαζόμενοι ταῖς ἰδίαις χερσίν λοιδορούμενοι εὐλογοῦμεν διωκόμενοι ἀνεχόμεθα

13 δυσφημούμενοι παρακαλοῦμεν ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν πάντων περίψημα ἕως ἄρτι

14 Οὐκ ἐντρέπων ὑμᾶς γράφω ταῦτα ἀλλ’ ὡς τέκνα μου ἀγαπητὰ νουθετῶν

15 ἐὰν γὰρ μυρίους παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ ἀλλ’ οὐ πολλοὺς πατέρας ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα

16 παρακαλῶ οὖν ὑμᾶς μιμηταί μου γίνεσθε

17 Διὰ τοῦτο 〈αὐτὸ〉 ἔπεμψα ὑμῖν Τιμόθεον ὅς ἐστίν μου τέκνον ἀγαπητὸν καὶ πιστὸν ἐν Κυρίῳ ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν Χριστῷ Ἰησοῦ καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω

18 Ὡς μὴ ἐρχομένου δέ μου πρὸς ὑμᾶς ἐφυσιώθησάν τινες

19 ἐλεύσομαι δὲ ταχέως πρὸς ὑμᾶς ἐὰν Κύριος θελήσῃ καὶ γνώσομαι οὐ τὸν λόγον τῶν πεφυσιωμένων ἀλλὰ τὴν δύναμιν

20 οὐ γὰρ ἐν λόγῳ βασιλεία τοῦ Θεοῦ ἀλλ’ ἐν δυνάμει

21 τί θέλετε ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς ἐν ἀγάπῃ πνεύματί τε πραΰτητος

1 Corinthians 4:11-21, Hebrew & Greek Study Bible. Public domain.
1 Corinthians 3
Top of Page
Top of Page










Copied