Numbers 31
Swete's Septuagint ABP ▾  HEB ▾ 

Vengeance on Midian

1Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 2Ἐκδίκει τὴν ἐκδίκησιν υἱῶν Ἰσραὴλ ἐκ τῶν Μαδιανειτῶν, καὶ ἔσχατον προστεθήσῃ πρὸς τὸν λαόν σου. 3καὶ ἐλάλησεν Μωυσῆς πρὸς τὸν λαὸν λέγων Ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας, παρατάξασθαι ἔναντι Κυρίου ἐπὶ Μαδιάν, ἀποδοῦναι ἐκδίκησιν παρὰ τοῦ κυρίου τῇ Μαδιάν· 4χίλιοι ἐκ φυλῆς, χίλιοι ἐκ φυλῆς· ἐκ πασῶν φυλῶν Ἰσραὴλ ἀποστείλατε παρατάξασθαι. 5καὶ ἐξηρίθμησαν ἐκ τῶν χιλιάδων Ἰσραήλ, χιλίους ἐκ φυλῆς· ιβ᾽ χιλιάδες, ἐνωπλισμένοι εἰς παράταξιν. 6καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς χιλίους ἐκ φυλῆς, χιλίους ἐκ φυλῆς, σὺν δυνάμει αὐτῶν, καὶ Φινεὲς υἱὸν Ἐλεαζὰρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως· καὶ τὰ σκεύη τὰ ἅγια καὶ αἱ σάλπιγγες τῶν σημασιῶν ἐν ταῖς χερσὶν αὐτῶν. 7καὶ παρετάξαντο ἐπὶ Μαδιάν, καθὰ ἐνετείλατο Κύριος τῷ Μωυσῇ, καὶ ἀπέκτειναν πᾶν ἀρσενικόν· 8καὶ τοὺς βασιλεῖς Μαδιὰν ἀπέκτειναν ἅμα τοῖς τραυματίαις αὐτῶν, καὶ τὸν Εὐεὶν καὶ τὸν Σοὺρ καὶ τὸν Ῥόκομ καὶ τὸν Οὓρ καὶ τὸν Ῥόβοκ, πέντε βασιλεῖς Μαδιάμ· καὶ τὸν Βαλαὰμ υἱὸν Βεὼρ ἀπέκτειναν ἐν ῥομφαίᾳ σὺν τοῖς τραυματίαις αὐτῶν. 9καὶ ἐπρονόμευσαν τὰς γυναῖκας Μαδιάν, καὶ τὴν ἀποσκευὴν αὐτῶν καὶ τὰ κτήνη αὐτῶν καὶ πάντα τὰ ἔνκτητα αὐτῶν καὶ τὴν δύναμιν αὐτῶν ἐπρονόμευσαν· 10καὶ πάσας τὰς πόλεις αὐτῶν τὰς ἐν ταῖς οἰκίαις αὐτῶν καὶ τὰς ἐπαύλεις αὐτῶν ἐνέπρησαν ἐν πυρί. 11καὶ ἔλαβον πᾶσαν τὴν προνομὴν καὶ πάντα τὰ σκῦλα αὐτῶν, ἀπὸ ἀνθρώπου ἕως κτήνους· 12καὶ ἤγαγον πρὸς Μωυσῆν καὶ πρὸς Ἐλεαζὰρ τὸν ἱερέα καὶ πρὸς πάντας υἱοὺς Ἰσραὴλ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα καὶ τὴν προνομήν, εἰς τὴν παρεμβολὴν εἰς Ἀραβὼθ Μωάβ, ἥ ἐστιν ἐπὶ τοῦ Ἰορδάνου κατὰ Ἰερειχώ.

13Καὶ ἐξῆλθεν Μωυσῆς καὶ Ἐλεαζὰρ ὁ ἱερεὺς καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς εἰς συνάντησιν αὐτοῖς ἔξω τῆς παρεμβολῆς· 14καὶ ὠργίσθη Μωυσῆς ἐπὶ τοῖς ἐπισκόποις τῆς δυνάμεως, χιλιάρχοις καὶ ἑκατοντάρχοις τοῖς ἐρχομένοις ἐκ τῆς παρατάξεως τοῦ πολέμου· 15καὶ εἶπεν αὐτοῖς Μωυσῆς Ἵνα τί ἐζωγρήσατε πᾶν θῆλυ; 16αὗται γὰρ ἦσαν τοῖς υἱοῖς Ἰσραὴλ κατὰ τὸ ῥῆμα Βαλαὰμ τοῦ ἀποστῆσαι καὶ ὑπεριδεῖν τὸ ῥῆμα Κυρίου ἕνεκεν Φογώρ, καὶ ἐγένετο ἡ πληγὴ ἐν τῇ συναγωγῇ Κυρίου. 17καὶ νῦν ἀποκτείνατε πᾶν ἀρσενικὸν ἐν πάσῃ τῇ ἀπαρτίᾳ, καὶ πᾶσαν γυναῖκα ἥτις ἔγνωκεν κοίτην ἄρσενος ἀποκτείνατε· 18πᾶσαν τὴν ἀπαρτίαν τῶν γυναικῶν ἥτις οὐκ οἶδεν κοίτην ἄρσενος, ζωγρήσατε αὐτάς. 19καὶ ὑμεῖς παρεμβάλετε ἔξω τῆς παρεμβολῆς ἑπτὰ ἡμέρας· πᾶς ὁ ἀνελών καὶ ὁ ἁπτόμενος τοῦ τετρωμένου ἁγνισθήσεται τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, ὑμεῖς καὶ ἡ αἰχμαλωσία ὑμῶν· 20καὶ πᾶν περίβλημα καὶ πᾶν σκεῦος δερμάτινον καὶ πᾶσαν ἐργασίαν ἐξ αἰγίας καὶ πᾶν σκεῦος ξύλινον ἀφαγνιεῖτε.

21καὶ εἶπεν Ἐλεαζὰρ ὁ ἱερεὺς πρὸς τοὺς ἄνδρας τῆς δυνάμεως τοὺς ἐρχομένους ἐκ τῆς παρατάξεως τοῦ πολέμου Τοῦτο τὸ δικαίωμα τοῦ νόμου ὃ συνέταξεν Κύριος τῷ Μωυσῇ. 22πλὴν τοῦ χρυσίου καὶ τοῦ ἀργυρίου καὶ χαλκοῦ καὶ σιδήρου καὶ μολίβου καὶ κασσιτέρου, 23πᾶν πρᾶγμα διελεύσεται ἐν πυρί, καὶ καθαρισθήσεται, ἀλλ᾽ ἢ τῷ ὕδατι τοῦ ἁγνισμοῦ ἁγνισθήσεται· καὶ πάντα ὅσα ἐὰν μὴ διαπορεύηται διὰ πυρός, διελεύσεται δι᾽ ὕδατος. 24καὶ πλυνεῖσθε τὰ ἱμάτια τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ καθαρισθήσεσθε· καὶ μετὰ ταῦτα εἰσελεύσεσθε εἰς τὴν παρεμβολήν.

Division of the Spoils

25Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσῆν λέγων 26Λάβε τὸ κεφάλαιον τῶν σκύλων τῆς αἰχμαλωσίας, ἀπὸ ἀνθρώπου ἕως κτήνους, σὺ καὶ Ἐλεαζὰρ ὁ ἱερεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν τῆς συναγωγῆς· 27καὶ διελεῖτε τὰ σκῦλα ἀνὰ μέσον τῶν πολεμιστῶν τῶν ἐκπορευομένων εἰς τὴν παράταξιν καὶ ἀνὰ μέσον πάσης συναγωγῆς. 28καὶ ἀφελεῖτε τέλος Κυρίῳ παρὰ τῶν ἀνθρώπων τῶν πολεμιστῶν τῶν ἐκπεπορευμένων εἰς τὴν παράταξιν, μίαν ψυχὴν ἀπὸ πεντακοσίων, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν αἰγῶν· 29καὶ ἀπὸ τοῦ ἡμίσους αὐτῶν λήμψεσθε, καὶ δώσεις Ἐλεαζὰρ τῷ ἱερεῖ τὰς ἀπαρχὰς Κυρίου· 30καὶ ἀπὸ τοῦ ἡμίσους τοῦ τῶν υἱῶν Ἰσραὴλ λήμψῃ ἕνα ἀπὸ τῶν πεντήκοντα, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν βοῶν καὶ ἀπὸ τῶν προβάτων καὶ ἀπὸ τῶν ὄνων καὶ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ δώσεις αὐτὰ τοῖς Λευείταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς ἐν τῇ σκηνῇ Κυρίου. 31καὶ ἐποίησεν Μωυσῆς καὶ Ἐλεαζὰρ ὁ ἱερεὺς καθὰ συνέταξεν Κύριος τῷ Μωυσῇ.

32καὶ ἐγενήθη τὸ πλεόνασμα τῆς προνομῆς ὃ ἐπρονόμευσαν οἱ ἄνδρες οἱ πολεμισταὶ ἀπὸ τῶν προβάτων ἑξακόσιαι χιλιάδες καὶ ἑβδομήκοντα καὶ πέντε χιλιάδες· 33καὶ βόες, δύο καὶ ἑβδομήκοντα χιλιάδες· 34ὄνοι, μία καὶ ἑξήκοντα χιλιάδες· 35καὶ ψυχαὶ ἀνθρώπων ἀπὸ τῶν γυναικῶν αἳ οὐκ ἔγνωσαν κοίτην ἀνδρός, πᾶσαι ψυχαί, δύο καὶ τριάκοντα χιλιάδες.

36καὶ ἐγενήθη τὸ ἡμίσευμα, ἡ μερὶς τῶν ἐκπεπορευμένων εἰς τὸν πόλεμον, ἐκ τοῦ ἀριθμοῦ τῶν προβάτων τριακόσιαι καὶ τριάκοντα χιλιάδες καὶ πεντακισχίλιοι καὶ πεντακόσιοι. 37καὶ ἐγένετο τὸ τέλος Κυρίῳ ἀπὸ τῶν προβάτων ἑξακόσιοι ἑβδομήκοντα πέντε· 38καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες, καὶ τὸ τέλος Κυρίῳ δύο καὶ ἑβδομήκοντα· 39καὶ ὄνοι τριάκοντα χιλιάδες καὶ φ᾽, καὶ τὸ τέλος Κυρίῳ εἷς καὶ ἑξήκοντα· 40καὶ ψυχαὶ ἀνθρώπων ἑκκαίδεκα χιλιάδες, καὶ τὸ τέλος αὐτῶν Κυρίῳ δύο καὶ τριάκοντα ψυχαί. 41καὶ ἔδωκεν Μωυσῆς τὸ τέλος Κυρίῳ τὸ ἀφαίρεμα τοῦ θεοῦ Ἐλεαζὰρ τῷ ἱερεῖ, καθὰ συνέταξεν Κύριος τῷ Μωυσῇ.

42ἀπὸ ἡμισεύματος τῶν υἱῶν Ἰσραήλ, οὓς διεῖλεν Μωυσῆς ἀπὸ τῶν ἀνδρῶν τῶν πολεμιστῶν· 43καὶ ἐγένετο τὸ ἡμίσευμα ἀπὸ τῆς συναγωγῆς ἀπὸ τῶν προβάτων τριακόσιαι χιλιάδες καὶ τριάκοντα χιλιάδες καὶ ἑπτακισχίλια καὶ πεντακόσια, 44καὶ βόες ἓξ καὶ τριάκοντα χιλιάδες, 45ὄνοι τριάκοντα χιλιάδες καὶ πεντακόσιοι, 46καὶ ψυχαὶ ἀνθρώπων ἓξ καὶ δέκα χιλιάδες· 47καὶ ἔλαβεν Μωυσῆς ἀπὸ τοῦ ἡμισεύματος τῶν υἱῶν Ἰσραὴλ τὸ ἓν ἀπὸ τῶν πεντήκοντα, ἀπὸ τῶν ἀνθρώπων καὶ ἀπὸ τῶν κτηνῶν, καὶ ἔδωκεν αὐτὰ τοῖς Λευείταις τοῖς φυλάσσουσιν τὰς φυλακὰς τῆς σκηνῆς Κυρίου, ὃν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ.

The Voluntary Offering

48Καὶ προσῆλθον πρὸς Μωυσῆν πάντες οἱ καθεσταμένοι εἰς τὰς χιλιαρχίας τῆς δυνάμεως χιλίαρχοι καὶ ἑκατόνταρχοι, 49καὶ εἶπαν πρὸς Μωυσῆν Οἱ παῖδές σου εἰλήφασιν τὸ κεφάλαιον τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν παρ᾽ ἡμῶν, καὶ οὐ διαπεφώνηκεν ἀπ᾽ αὐτῶν οὐδὲ εἷς· 50καὶ προσενηνόχαμεν τὸ δῶρον Κυρίῳ ἀνὴρ ὃ εὗρεν σκεῦος χρυσοῦν καὶ χλίδωνα καὶ ψέλιον καὶ δακτύλιον καὶ περιδέξιον καὶ ἐμπλόκιον, ἐξιλάσασθαι περὶ ἡμῶν ἔναντι Κυρίου. 51καὶ ἔλαβεν Μωυσῆς καὶ Ἐλεαζὰρ ὁ ἱερεὺς τὸ χρυσίον παρ᾽ αὐτῶν, πᾶν σκεῦος εἰργασμένον· 52καὶ ἐγένετο πᾶν τὸ χρυσίον, τὸ ἀφαίρεμα ὃ ἀφεῖλον Κυρίῳ, ἓξ καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι καὶ πεντήκοντα σίκλοι, παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων. 53καὶ οἱ ἄνδρες οἱ πολεμισταὶ ἐπρονόμευσαν ἕκαστος ἑαυτῷ. 54καὶ ἔλαβεν Μωυσῆς καὶ Ἐλεαζὰρ ὁ ἱερεὺς τὸ χρυσίον παρὰ τῶν χιλιάρχων καὶ παρὰ τῶν ἑκατοντάρχων, καὶ εἰσήνεγκεν αὐτὰ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, μνημόσυνον τῶν υἱῶν Ἰσραὴλ ἔναντι Κυρίου.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Numbers 30
Top of Page
Top of Page