Isaiah 30
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Worthless Treaty with Egypt

1Οὐαὶ τέκνα ἀποστάται, λέγει Κύριος· ἐποιήσατε βουλὴν οὐ δι᾽ ἐμοῦ, καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου, προσθεῖναι ἁμαρτίας ἐφ᾽ ἁμαρτίας·

2οἱ πορευόμενοι καταβῆναι ⸆ εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπερώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ σκεπασθῆναι ὑπὸ Αἰγυπτίων.

3ἔσται γὰρ ὑμῖν σκέπη Φαραὼ εἰς αἰσχύνην, καὶ τοῖς πεποιθόσιν ἐπ᾽ Αἴγυπτον ὄνειδος.

4ὅτι εἰσὶν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί·

5μάτην κοπιάσουσιν πρὸς λαὸν ὃς οὐκ ὠφελήσει αὐτοὺς εἰς βοήθειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος.

6Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων, οἳ ἔφερον ἐπ᾽ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτούς.

7Αἰγύπτιοι μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη.

A Warning to a Rebellious People

8νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἰς βιβλίον, ὅτι ἔσται εἰς ἡμέρας ταῦτα καιρῷ καὶ ἕως εἰς τὸν αἰῶνα.

9ὅτι λαὸς ἀπειθής ἐστιν, υἱοὶ ψευδεῖς οἳ οὐκ ἠβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ,

10οἱ λέγοντες τοῖς προφήταις Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσιν Μὴ λαλεῖτε ἡμῖν, ἀλλὰ ἡμῖν λαλεῖτε καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν,

11καὶ ἀποστρέψατε ἡμᾶς ἀπὸ τῆς ὁδοῦ ταύτης· ἀφέλετε ἀφ᾽ ἡμῶν τὸν τρίβον τοῦτον, καὶ ἀφέλετε ἀφ᾽ ἡμῶν τὸ λόγιον τοῦ Ἰσραήλ.

12διὰ τοῦτο τάδε λέγει ὁ ἅγιος τοῦ Ἰσραήλ Ὅτι ἠπειθήσατε τοῖς λόγοις τούτοις καὶ ἠλπίσατε ἐπὶ ψεύδει, καὶ ὅτι ἐγόγγυσας καὶ πεποιθὼς ἐγένου ἐπὶ τῷ λόγῳ τούτῳ,

13διὰ τοῦτο ἔσται ὑμῖν ἡ ἁμαρτία αὕτη ὡς τεῖχος πίπτον παραχρῆμα πόλεως ὀχυρᾶς ἑαλωκυίας, ἧς παραχρῆμα πάρεστιν τὸ πτῶμα·

14καὶ τὸ πτῶμα αὐτῆς ἔσται ὡς σύντριμμα ἀγγίου ὀστρακίνου, ἐκ κεραμίου λεπτὰ ὥστε μὴ εὑρεῖν ἐν αὐτοῖς ὄστρακον ἐν ᾧ πῦρ ἀρεῖς, καὶ ἐν ᾧ ἀποσυριεῖς ὕδωρ μικρόν.

15οὕτω λέγει κύριος Κύριος ὁ ἅγιος τοῦ Ἰσραήλ Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ καὶ γνώσῃ ποῦ ἦσθα· ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις, ματαία ἡ ἰσχὺς ὑμῶν ἐγενήθη. καὶ οὐκ ἠβούλεσθε ἀκούειν,

16ἀλλ᾽ εἴπατε Ἐφ᾽ ἵππων φευξόμεθα· διὰ τοῦτο φεύξεσθε· καὶ ἐπὶ κούφοις ἀναβάταις ἐσόμεθα· διὰ τοῦτο κοῦφοι ἔσονται οἱ διώκοντες ὑμᾶς.

17χίλιοι διὰ φωνὴν ἑνὸς φεύξονται, καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί, ἕως ἂν καταλειφθῆτε ὡς ἱστὸς ἐπ᾽ ὄρους, καὶ ὡς σημαίαν φέρων ἐπὶ βουνοῦ.

God's Mercies

18καὶ πάλιν μενεῖ ὁ θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς, καὶ διὰ τοῦτο ὑψωθήσεται τοῦ ἐλεῆσαι ὑμᾶς, διότι κριτὴς Κύριος ὁ θεὸς ὑμῶν· μακάριοι οἱ ἐμμένοντες ἐπ᾽ αὐτῷ.

19Διότι λαὸς ἅγιος ἐν Σειὼν οἰκήσει· καὶ Ἰερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν Ἐλέησόν με· ἐλεήσει σε, τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέν σου. 20καὶ δώσει Κύριος ὑμῖν ἄρτον θλίψεως καὶ ὕδωρ στενόν, καὶ οὐκέτι μὴ ἐγγίσωσίν σοι οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε, 21καὶ τὰ ὦτά σου ἀκούσονται τοὺς λόγους τῶν ὀπίσω σε πλανησάντων, οἱ λέγοντες Αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά. 22καὶ μιανεῖς τὰ εἴδωλα τὰ περιηργυρωμένα καὶ περικεχρυσωμένα, λεπτὰ ποιήσεις καὶ λικμήσεις ὡς ὕδωρ ἀποκαθημένης, καὶ ὡς κόπρον ὤσεις αὐτά.

23τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός· καὶ βοσκηθήσεταί σου τὰ κτήνη τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον, 24οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν ἄχυρα ἀναπεποιημένα φάγονται ἐν κριθῇ λελικμημένῃ. 25καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοί, ὅταν πέσωσιν πύργοι. 26καὶ ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου, καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον, ἐν τῇ ἡμέρᾳ ὅταν ἰάσηται Κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται.

27Ἰδοὺ τὸ ὄνομα Κυρίου ἔρχεται διὰ χρόνου, καιόμενος θυμός· μετὰ δόξης τὸ λόγιον τῶν χειλέων αὐτοῦ, τὸ λόγιον ὀργῆς πλῆρες, καὶ ἡ ὀργὴ τοῦ θυμοῦ ὡς πῦρ ἔδεται·

28καὶ τὸ πνεῦμα αὐτοῦ ὡς ὕδωρ ἐν φάραγγι σῦρον ἥξει ἕως τοῦ τραχήλου, καὶ διαιρεθήσεται τοῦ ταράξαι ἔθνη ἐπὶ πλανήσει ματαίᾳ, καὶ διώξεται αὐτοὺς πλάνησις καὶ λήμψεται αὐτοὺς κατὰ πρόσωπον αὐτῶν.

29μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι, καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ὡσεὶ ἑορτάζοντας, καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος Κυρίου πρὸς τὸν θεὸν τοῦ Ἰσραήλ;

30καὶ ἀκουστὴν ποιήσει Κύριος τὴν δόξαν τῆς φωνῆς αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δεῖξαι μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς κατεσθιούσης, κεραυνώσει βιαίῳ, καὶ ὡς ὕδωρ καὶ χάλαζα συνκαταφερομένη βίᾳ.

31διὰ γὰρ τῆς φωνῆς Κυρίου ἡττηθήσονται Ἀσσύριοι, τῇ πληγῇ ᾗ ἂν πατάξῃ αὐτούς.

32καὶ ἔσται αὐτῷ κυκλόθεν, ὅθεν ἦν αὐτῶν ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ᾽ ᾗ αὐτὸς πεποίθει· αὐτοὶ μετὰ τυμπάνων καὶ κιθάρας πολεμήσουσιν αὐτὸν ἐκ μεταβολῆς.

33σὺ γὰρ πρὸ ἡμερῶν ἀπαιτηθήσῃ· μὴ καὶ σοὶ βασιλεύειν ἡτοιμάσθη, φάραγγα βαθεῖαν, ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά; ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Isaiah 29
Top of Page
Top of Page