Isaiah 29
Swete's Septuagint ABP ▾  HEB ▾ 

Woe to the City of David

1Οὐαὶ Ἀριὴλ πόλις, ἣν ἐπολέμησεν Δαυείδ. συναγάγετε γενήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν· φάγεσθε, φάγεσθε γὰρ σὺν Μωάβ.

2ἐκθλίψω γὰρ Ἀριήλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοί.

3καὶ κυκλώσω ὡς Δαυεὶδ ἐπὶ σέ, καὶ βαλῶ περὶ σὲ χάρακα, καὶ θήσω περὶ σὲ πύργους,

4καὶ ταπεινωθήσονται εἰς τὴν γῆν οἱ λόγοι σου, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται· καὶ ἔσονται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνή σου ἀσθενήσει.

5καὶ ἔσται ὡς κονιορτὸς ἀπὸ τοίχου ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χνοῦς φερόμενος τὸ πλῆθος τῶν καταδυναστευόντων σε, καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα

6παρὰ Κυρίου σαβαώθ· ἐπισκοπὴ γὰρ ἔσται μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνὴ μεγάλη, καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα.

7καὶ ἔσται ὡς ἐνυπνιαζόμενος καθ᾽ ὕπνους νυκτὸς ὁ πλοῦτος ἁπάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἰερουσαλήμ, καὶ πάντες οἱ στρατευόμενοι ἐπὶ Ἰερουσαλήμ, καὶ πάντες οἱ συνηγμένοι ἐπ᾽ αὐτὴν καὶ οἱ θλίβοντες αὐτήν.

8καὶ ὡς οἱ ἐν τῷ ὕπνῳ πίνοντες καὶ ἔσθοντες, καὶ ἐξαναστάντων μάταιον τὸ ἐνύπνιον· καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πίνων, καὶ ἐξαναστὰς ἔτι διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν ἐθνῶν ὅσοι ἐπεστράτευσαν ἐπὶ τὸ ὄρος Σειών.

9Ἐκλύθητε καὶ ἔκστητε, κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδὲ ἀπὸ οἴνου·

10ὅτι πεπότικεν ὑμᾶς Κύριος πνεύματι κατανύξεως, καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτά.

11καὶ ἔσται ὑμῖν τὰ ῥήματα πάντα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ὃ ἂν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ Οὐ δύναμαι ἀναγνῶναι, ἐσφράγισται γάρ. 12καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα, καὶ ἐρεῖ αὐτῷ Ἀνάγνωθι τοῦτο· καὶ ἐρεῖ Οὐκ ἐπίσταμαι γράμματα.

13καὶ εἶπεν Κύριος Ἐγγίζει μοι ὁ λαὸς οὗτος ἐν τῷ στόματι αὐτοῦ, καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσίν με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας.

14διὰ τοῦτο ἰδοὺ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον· καὶ μεταθήσω αὐτούς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω.

15Οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσιν Τίς ἑόρακεν ἡμᾶς; καὶ τίς ἡμᾶς γνώσεται ἢ ἃ ἡμεῖς ποιοῦμεν;

16οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι αὐτό Οὐ σύ με ἔπλασας; ἢ τὸ ποίημα τῷ ποιήσαντι Οὐ συνετῶς με ἐποίησας;

Sanctification to the Godly

17οὐκέτι μικρὸν καὶ μετατεθήσεται ὁ Λίβανος ὡς τὸ ὄρος τὸ Χερμέλ, καὶ τὸ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται.

18καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται,

19καὶ ἀγαλλιάσονται πτωχοὶ διὰ Κύριον ἐν εὐφροσύνῃ, καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης.

20ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλεθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ,

21καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ· πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσιν, ὅτι ἐπλαγίασαν ἐν ἀδίκοις δίκαιον.

22διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τὸν οἶκον Ἰακώβ, ὃν ἀφώρισεν ἐξ Ἀβραάμ Οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ·

23ἀλλ᾽ ὅταν ἴδωσιν τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι᾽ ἐμὲ ἁγιάσωσιν τὸ ὄνομά μου, καὶ ἁγιάσωσιν τὸν ἅγιον Ἰακώβ, καὶ τὸν θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται.

24καὶ γνώσονται πλανώμενοι τῷ πνεύματι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Isaiah 28
Top of Page
Top of Page