Genesis 30
Swete's Septuagint ABP ▾  HEB ▾ 

Dan and Naphtali

1Ἰδοῦσα δὲ Ῥαχὴλ ὅτι οὐ τέτοκεν τῷ Ἰακώβ, καὶ ἐζήλωσεν Ῥαχὴλ τὴν ἀδελφὴν αὐτῆς, καὶ εἶπεν τῷ Ἰακώβ Δός μοι τέκνα· εἰ δὲ μή, τελευτήσω ἐγώ. 2ἐθυμώθη δὲ Ἰακὼβ τῇ Ῥαχὴλ καὶ εἶπεν αὐτῇ Μὴ ἀντὶ τοῦ θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέν σε καρπὸν κοιλίας; 3εἶπεν δὲ Ῥαχὴλ τῷ Ἰακώβ Ἰδοὺ ἡ παιδίσκη μου Βάλλα, εἴσελθε πρὸς αὐτήν· καὶ τέξεται ἐπὶ τῶν γονάτων μου, ἵνα τεκνοποιήσωμαι κἀγὼ ἐξ αὐτῆς. 4καὶ ἔδωκεν αὐτῷ Βάλλαν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα, καὶ εἰσῆλθεν πρὸς αὐτὴν Ἰακώβ· 5καὶ συνέλαβεν Βάλλα ἡ παιδίσκη Ῥαχὴλ καὶ ἔτεκεν τῷ Ἰακὼβ υἱόν. 6καὶ εἶπεν Ῥαχήλ Ἔκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τῆς φωνῆς μου καὶ ἔδωκέν μοι υἱόν· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Δάν. 7καὶ συνέλαβεν ἔτι Βάλλα ἡ παιδίσκη Ῥαχὴλ καὶ ἔτεκεν υἱὸν δεὺτερον τῷ Ἰακώβ. 8καὶ εἶπεν Ῥαχήλ Συνεβάλετό μοι ὁ θεός, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Νεφθαλεί.

Gad and Asher

9ἴδεν δὲ Λεία ὅτι ἔστη τοῦ τίκτειν, καὶ ἔλαβεν Ζέλφαν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ Ἰακὼβ γυναῖκα. 10εἰσῆλθεν δὲ πρὸς αὐτὴν Ἰακώβ· καὶ συνέλαβεν Ζέλφα ἡ παιδίσκη Λείας καὶ ἔτεκεν τῷ Ἰακὼβ υἱόν. 11καὶ εἶπεν Λεία Ἐν τύχῃ· καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Γάδ. 12καὶ συνέλαβεν ἔτι Ζέλφα ἡ παιδίσκη Λείας καὶ ἔτεκεν ἔτι τῷ Ἰακὼβ υἱὸν δεύτερον. 13καὶ εἶπεν Λεία Μακαρία ἐγώ, ὅτι μακαρίζουσίν με πᾶσαι αἱ γυναῖκες· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἀσήρ.

14ἐπορεύθη δὲ Ῥουβὴν ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ, καὶ ἤνεγκεν αὐτὰ πρὸς Λείαν τὴν μητέρα αὐτοῦ· εἶπεν δὲ Ῥαχὴλ τῇ Λείᾳ Δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. 15εἶπεν δὲ Λεία Οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ; εἶπεν δὲ Ῥαχήλ Οὐχ οὕτως· κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. 16εἰσῆλθεν δὲ Ἰακὼβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθεν Λεία εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν Πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου· καὶ ἐκοιμήθη μετ᾽ αὐτῆς τὴν νύκτα ἐκείνην.

Issachar, Zebulun, and Dinah

17καὶ ἐπήκουσεν αὐτῆς ὁ θεός, καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ἰακὼβ υἱὸν πέμπτον. 18καὶ εἶπεν Λεία Δέδωκέν μοι ὁ θεὸς τὸν μισθόν μου ἀνθ᾽ ὧν ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰσσαχάρ, ὅ ἐστιν Μισθός. 19καὶ συνέλαβεν ἔτι Λεία καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ἰακώβ. 20καὶ εἶπεν Λεία Δεδώρηται ὁ θεός μοι δῶρον καλόν· ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου, τέτοκα γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλών. 21καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δεινά. καὶ ἔστη τοῦ τίκτειν.

The Birth of Joseph

22ἐμνήσθη δὲ ὁ θεὸς Ῥαχήλ· καὶ ἐπήκουσεν αὐτῆς ὁ θεός, καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν· 23καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ἰακὼβ υἱόν. εἶπεν δὲ Ῥαχήλ Ἀφεῖλεν ὁ θεός μου τὸ ὄνειδος· 24καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ λέγουσα Προσθέτω ὁ θεός μοι υἱὸν ἕτερον.

Jacob Prospers

25Ἐγένετο δὲ ὡς ἔτεκεν Ῥαχὴλ τὸν Ἰωσήφ, εἶπεν Ἰακὼβ τῷ Λαβάν Ἀπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου. 26ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλίαν ἣν δεδούλευκά σοι. 27εἶπεν δὲ αὐτῷ Λαβάν Εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησεν γάρ με ὁ θεὸς τῇ σῇ εἰσόδῳ. 28διάστειλον τὸν μισθόν σου πρὸς μέ, καὶ δώσω σοι. 29εἶπεν δὲ αὐτῷ Ἰακώβ Σὺ γινώσκεις ἃ δεδούλευκά σοι, καὶ ὅσα ἦν κτήνη σου μετ᾽ ἐμοῦ. 30μικρὰ γὰρ ἦν ὅσα ἦν ἐναντίον μου, καὶ ηὐξήθη εἰς πλῆθος· καὶ ηὐλόγησέν σε Κύριος ἐπὶ τῷ ποδί μου. νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; 31καὶ εἶπεν αὐτῷ Λαβάν Τί σοι δώσω; εἶπεν δὲ αὐτῷ Ἰακώβ Οὐ δώσεις μοι οὐθέν· ἐὰν ποιήσεις μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω. 32παρελθάτω τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασιν καὶ πᾶν διάραντον καὶ λευκὸν ἐν ταῖς αἰξίν· ἔσται μοι μισθός. 33καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἄρνασιν, κεκλεμμένον ἔσται παρ᾽ ἐμοί. 34εἶπεν δὲ αὐτῷ Λαβάν Ἔστω κατὰ τὸ ῥῆμά σου. 35καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους, καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους, καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασιν, καὶ ἔδωκεν διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ. 36καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ἰακώβ· Ἰακὼβ δὲ ἐποίμαινεν τὰ πρόβατα Λαβὰν τὰ ὑπολειφθέντα.

37ἔλαβεν δὲ αὐτῷ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυίνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς Ἰακὼβ λεπίσματα λευκά, περισύρων τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκὸν ὃ ἐλέπισεν ποικίλον. 38καὶ παρέθηκεν τὰς ῥάβδους ἃς ἐλέπισεν ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλθωσιν τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν ῥάβδων καὶ ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐνκισσήσωσιν τὰ πρόβατα εἰς τὰς ῥάβδους. 39καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά. 40τοὺς δὲ ἀμνοὺς διέστειλεν Ἰακώβ, καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ᾽ ἑαυτόν, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβάν. 41ἐγένετο δὲ ἐν τῷ καιρῷ ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς, τοῦ ἐνκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους· 42ἡνίκα γὰρ ἔτεκον τὰ πρόβατα, οὐκ ἐτίθει· ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λαβάν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ. 43καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα· καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Genesis 29
Top of Page
Top of Page