Exodus 36
Swete's Septuagint ABP ▾  HEB ▾ 

The Tabernacle Underwritten

1Καὶ ἐποίησεν Βεσελεὴλ καὶ Ἐλιὰβ καὶ πᾶς σοφὸς τῇ διανοὶᾳ, ᾧ ἐδόθη σοφία καὶ ἐπιστήμη ἐν αὐτοῖς συνιέναι ποιεῖν πάντα τὰ ἔργα κατὰ τὰ ἅγια καθήκοντα, κατὰ πάντα ὅσα συνέταξεν Κύριος.

2Καὶ ἐκάλεσεν Μωσῆς Βεσελεὴλ καὶ Ἐλιὰβ καὶ πάντας τοὺς ἔχοντας τὴν σοφίαν, ᾧ ἔδωκεν ὁ θεὸς ἐπιστήμην ἐν τῇ καρδίᾳ, καὶ πάντας τοὺς ἑκουσίως βουλομένους προσπορεύεσθαι πρὸς τὰ ἔργα ὥστε συντελεῖν αὐτά· 3καὶ ἔλαβον παρὰ Μωσῆ πάντα τὰ ἀφαιρέματα ἃ ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ εἰς πάντα τὰ ἔργα τοῦ ἁγίου ποιεῖν αὐτά· καὶ αὐτοὶ προσεδέχοντο ἔτι τὰ προσφερόμενα παρὰ τῶν φερόντων τὸ πρωί. 4καὶ παρεγίνοντο πάντες οἱ σοφοὶ οἱ ποιοῦντες τὰ ἔργα τοῦ ἁγίου, ἕκαστος κατὰ τὸ αὐτοῦ ἔργον ὃ ἠργάζοντο αὐτοί. 5καὶ εἶπεν πρὸς Μωυσῆν ὃτι Πλῆθος φέρει ὁ λαὸς κατὰ τὰ ἔργα ὅσα συνέταξεν Κύριος ποιῆσαι. 6καὶ προσέταξεν Μωσῆς, καὶ ἐκήρυξεν ἐν τῇ παρεμβολῇ λέγων Ἀνὴρ καὶ γυνὴ μηκέτι ἐργαζέσθωσαν εἰς τάς ἀπαρχὰς τοῦ ἁγίου· καὶ ἐκωλύθη ὁ λαὸς ἔτι προσφέρειν. 7καὶ τὰ ἔργα ἦν αὐτοῖς ἱκανὰ εἰς τὴν κατασκευὴν ποιῆσαι, καὶ προσκατέλιπον.

The Construction Proceeds

8Καὶ ἐποίησεν πᾶς σοφὸς ἐν τοῖς ἐργαζομένοις τὰς στολὰς τῶν ἁγίων, αἵ εἰσιν Ἀαρὼν τῷ ἱερεῖ, καθὰ συνέταξεν Κύριος τῷ Μωυσῇ. 9Καὶ ἐποίησεν τὴν ἐπωμίδα ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης. 10καὶ ἐτμήθη τὰ πέταλα τοῦ χρυσίου τρίχες, ὥστε συνυφᾶναι σὺν τῇ ὑακίνθῳ καὶ τῇ πορφύρᾳ καὶ τῷ κοκκίνῳ τῷ διανενησμένῳ καὶ σὺν τῇ βύσσῳ τῇ κεκλωσμένῃ· ἔργον ὑφαντὸν ἐποίησαν αὐτό· 11ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν, ἔργον ὑφαντόν, εἰς ἄλληλα συνπεπλεγμένα καθ᾽ ἑαυτό. 12ἐξ αὐτοῦ ἐποίησαν, ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης, καθὰ συνέταξεν Κύριος τῷ Μωυσῇ. 13Καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συνπεπορπημένους καὶ περισεσιαλωμένους καὶ ἐκκεκολαμμένους ἐκκόλαμμα σφραγῖδος ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραήλ·

The Curtains of Goats' Hair

14καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος, λίθους μνημοσύνου τῶν υἱῶν Ἰσραήλ, καθὰ συνέταξεν Κύριος τῷ Μωυσῇ. 15Καὶ ἐποίησαν λόγιον ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος, ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης· 16τετράγωνον διπλοῦν ἐποίησαν τὸ λόγιον, σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος διπλοῦν. 17καὶ συνυφάνθη ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον, στίχος λίθων· σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος ὁ στίχος ὁ εἷς· 18καὶ ὁ στίχος ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις·

The Covering of Skins

19καὶ ὁ στίχος ὁ τρίτος λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος.

The Boards and Sockets

20καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον, περικεκυκλωμένα χρυσίῳ καὶ συνδεδεμένα χρυσίῳ. 21καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν Ἰσραήλ δώδεκα, ἐκ τῶν ὀνομάτων αὐτῶν ἐνγεγραμμένα εἰς σφραγῖδας, ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς. 22Καὶ ἐποίησαν ἐπὶ τὸ λόγιον κροσοὺς συνπεπλεγμένους, ἔργον ἐμπλοκίου, ἐκ χρυσίου καθαροῦ. 23καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσᾶς καὶ δύο δακτυλίους χρυσοῦς. 24καὶ ἐπέθηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπ᾽ ἀμφοτέρας τὰς ἀρχὰς τοῦ λογίου· 25καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπ᾽ ἀμφοτέρων τῶν μερῶν τοῦ λογίου, καὶ εἰς τὰς δύο συμβολὰς τὰ δύο ἐμπλόκια, 26καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας· καὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξ ἐναντίας κατὰ πρόσωπον. 27καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπ᾽ ἄκρου τοῦ λογίου καὶ ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωμίδος ἔσωθεν. 28καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς, καὶ ἐπέθηκαν ἐπ᾽ ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος. 29καὶ συνέσφιγξεν τὸ λόγιον ἀπὸ τῶν δακτυλίων τῶν ἐπ᾽ αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος, συνεχομένους ἐκ τῆς ὑακίνθου, συνπεπλεγμένους εἰς τὸ ὕφασμα τῆς ἐπωμίδος, ἵνα μὴ χαλᾶται τὸ λόγιον ἀπὸ τῆς ἐπωμίδος, καθὰ συνέταξεν Κύριος τῷ Μωυσῇ. 30Καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα, ἔργον ὑφαντὸν ὅλον ὑακίνθινον·

The Bars

31τὸ δὲ περιστόμιον τοῦ ὑποδύτου ἐν τῷ μέσῳ διυφασμένον συνπλεκτόν, ᾤαν ἔχον κύκλῳ τὸ περιστόμιον ἀδιάλυτον. 32καὶ ἐποίησαν ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κάτωθεν ὡς ἐξανθούσης ῥόας ῥοίσκους, ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης. 33καὶ ἐποίησαν κώδωνας χρυσοῦς, καὶ ἐπέθηκαν τοὺς κώδωνας ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κύκλῳ ἀνὰ μέσον τῶν ῥοίσκων· 34κώδων χρυσοῦς καὶ ῥοίσκος ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ, εἰς τὸ λειτουργεῖν, καθὰ συνέταξεν Κύριος τῷ Μωυσῇ.

The Veil

35Καὶ ἐποίησαν χιτῶνας βυσσίνους ἔργον ὑφαντὸν Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ, 36καὶ τὰς κιδάρεις ἐκ βύσσου, καὶ τὴν μίτραν ἐκ βύσσου, καὶ τὰ περισκελῆ ἐκ βύσσου κεκλωσμένης,

The Curtain for the Door

37καὶ τὰς ζώνας αὐτῶν ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου, ἔργον ποικιλτοῦ, ὃν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ. 38Καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσοῦν, ἀφόρισμα τοῦ ἁγίου, χρυσίου καθαροῦ· (39) καὶ ἔγραψεν ἐπ᾽ αὐτοῦ γράμματα ἐκτετυπωμένα σφραγῖδος Ἁγίασμα Κυρίῳ· (40) καὶ ἐπέθηκαν ἐπὶ τὸ λῶμα ὑακίνθινον, ὥστε ἐπικεῖσθαι ἐπὶ τὴν μίτραν ἄνωθεν, ὅν τρόπον συνέταξεν Κύριος τῷ Μωυσῇ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/LXX-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

Exodus 35
Top of Page
Top of Page