2 Kings 9
Swete's Septuagint ABP ▾  HEB ▾ 

Jehu Anointed King of Israel

1Καὶ Ἐλεισαῖε ὁ προφήτης ἐκάλεσεν ἕνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ Ζῶσαι τὴν ὀσφύν σου, καὶ λάβε τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου, καὶ δεῦρο εἰς Ῥεμμὼθ Γαλαάδ. 2καὶ εἰσελεύσῃ ἐκεῖ, καὶ ὄψῃ ἐκει υἱὸν Ἰωσαφὰθ Εἰοὺ υἱοῦ Ναμεσσεί, καὶ εἰσελεύσῃ καὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ, καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμεῖον ἐν ταμείῳ. 3καὶ λήμψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ εἰπόν Τάδε λέγει Κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ ἀνοίξεις τὴν θύραν, καὶ φεύξῃ καὶ οὐ μενεῖς.

4καὶ ἐπορεύθη ὁ προφήτης τὸ παιδάριον εἰς Ῥεμμὰθ Γαλαάδ. 5καὶ εἰσῆλθεν καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπεν Λόγος μοι πρὸς σέ, ὁ ἄρχων· καὶ εἶπεν Εἰού Πρὸς τίνα ἐκ πάντων ἡμῶν; καὶ εἶπεν Πρὸς σέ, ὁ ἄρχων. 6καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν Κυρίου, ἐπὶ τὸν Ἰσραήλ. 7καὶ ἐξολεθρεύσεις τὸν οἶκον Ἀχαὰβ τοῦ κυρίου σου ἐκ προσώπου σου, καὶ ἐκδικὴσεις τὰ αἵματα τῶν δούλων μου τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων Κυρίου ἐκ χειρὸς Ἰεζάβελ 8καὶ ἐκ χειρὸς ὅλου τοῦ οἴκου Ἀχαάβ, καὶ ἐξολεθρεύσεις τῷ οἴκῳ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐνκαταλελειμμένον ἐν Ἰσραήλ. 9καὶ δώσω τὸν οἶκον Ἀχαὰβ ὡς τὸν οἶκον Ἰεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ Ἀχειά· 10καὶ τὴν Ἰεζάβελ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι τοῦ Ἰσραήλ, καὶ οὐκ ἔστιν ὁ θάπτων. καὶ ἤνοιξεν τὴν θύραν καὶ ἔφυγεν.

11καὶ Εἰοὺ ἐξῆλθεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπον αὐτῷ Εἰρήνη; τί ὅτι εἰσῆλθεν ὁ ἐπίλημπτος οὗτος πρὸς σέ; καὶ εἶπεν αὐτοῖς Ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ. 12καὶ εἶπεν Ἄδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν Εἰοὺ πρὸς αὐτούς Οὕτως καὶ οὕτως ἐλάλησεν πρὸς μὲ λέγων· καὶ εἶπεν Τάδε λέγει Κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ. 13καὶ ἀκούσαντες ἔσπευσαν, καὶ ἔλαβεν ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ τὸ γάρεμ τῶν ἀναβαθμῶν, καὶ ἐσάλπισαν ἐν κερατίνῃ καὶ εἶπον Ἐβασίλευσεν Εἰού.

Jehu Kills Joram and Ahaziah

14καὶ συνεστράφη Εἰοὺ υἱὸς Ιωσαφὰθ υἱοῦ Ναμεσσεὶ πρὸς Ἰωράμ· καὶ Ἰωρὰμ αὐτὸς ἐφύλασσεν ἐν Ῥεμμὼθ Γαλαὰδ καὶ πᾶς Ἰσραὴλ ἀπὸ προσώπου Ἁζαὴλ βασιλέως Συρίας. 15καὶ ἀπέστρεψεν Ἰωρὰμ ὁ βασιλεὺς ἰατρευθῆναι ἐν Ἰσραὴλ ἀπὸ τῶν πληγῶν ὧν ἔπαισαν αὐτὸν οἱ Σύροι ἐν τῷ πολεμεῖν αὐτοὺς μετὰ Ἀζαὴλ βασιλέως Συρίας. καὶ εἶπεν Εἰού Εἰ ἔστιν ἡ ψυχὴ ὑμῶν μετ᾽ ἐμοῦ, μὴ ἐξελθέτω ἐκ τῆς πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν Ἰσραήλ. 16καὶ ἵππευσεν καὶ ἐπορεύθη Εἰού, καὶ κατέβη ἐν Ἰσραήλ, ὅτι Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ ἐθεραπεύετο ἐν τῷ Ἰσραὴλ ἀπὸ τῶν τοξευμάτων ὧν κατετόξευσαν αὐτὸν οἱ Ἀραμιεὶν ἐν τῇ Ῥαμμὰθ ἐν τῷ πολέμῳ μετὰ Ἁζαὴλ βασιλέως Συρίας, ὅτι δυνατὸς καὶ ἀνὴρ δυνάμεως· καὶ Ὀχοζείας βασιλεὺς Ἰούδα κατέβη ἰδεῖν τὸν Ἰωράμ.

17καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον Ἰσραήλ, καὶ εἶδεν τὸν κονιορτὸν Εἰοὺ ἐν τῷ παραγίνεσθαι αὐτόν, καὶ εἶπεν Κονιορτὸν ἐγὼ βλέπω· καὶ εἶπεν Ἰωράμ Λάβε ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν, καὶ εἰπάτω Ἦ εἰρήνη; 18καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς ἀπαντὴν αὐτῶν καὶ εἶπεν Τάδε λέγει ὁ βασιλεὺς Ἦ εἰρήνη; καὶ εἶπεν Εἰού Τί σοι και εἰρήνῃ; ἐπίστρεφε εἰς τὰ ὀπίσω μου. καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων Ἦλθεν ὁ ἄγγελος ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν. 19καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλθεν πρὸς αὐτὸν καὶ εἶπεν Τάδε λέγει ὁ βασιλεύς Ἦ εἰρήνη; καὶ εἶπεν Εἰού Τί σοι καὶ εἰρήνῃ; ἐπιστρέφου εἰς τὰ ὀπίσω μου. 20καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων Ἦλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν· καὶ ὁ ἄγων ἦγεν τὸν Εἰοὺ υἱὸν Ναμεσσείου, ὅτι ἐν παραλλαγῇ ἐγένετο.

21καὶ εἶπεν Ἰωράμ Ζεῦξον· καὶ ἔζευξεν ἅρμα. καὶ ἐξῆλθεν Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ καὶ Ὀχοζεὶ βασιλεὺς Ἰούδα, ἀνὴρ ἐν τῷ ἅρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν Εἰού, καὶ εὗρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαὶ τοῦ Ἰσραηλείτου. 22καὶ ἐγένετο ὡς εἶδεν Ἰωρὰμ τὸν Εἰού, καὶ εἶπεν Ἦ εἰρήνη, Εἰού; καὶ εἶπεν Εἰού Τί εἰρήνη; ἔτι αἱ πορνεῖαι Ἰεζάβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά. 23καὶ ἐπέστρεψεν Ἰωρὰμ τὰς χεῖρας αὐτοῦ καὶ ἔφυγεν, καὶ εἶπεν πρὸς Ὀχοζείαν Δόλος, Ὀχοζεία. 24καὶ ἔπλησεν Εἰοὺ τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἐπάταξεν τὸν Ἰωρὰμ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθεν τὸ βέλος αὐτοῦ διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ. 25καὶ εἶπεν πρὸς Βαδεκὰ τὸν τριστάτην αὐτοῦ Ῥίψαι αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαὶ τοῦ Ἰσραηλείτου· ὅτι μνημονεύω, ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Ἀχαὰβ τοῦ πατρὸς αὐτοῦ, καὶ Κύριος ἔλαβεν ἐπ᾽ αὐτὸν τὸ λῆμμα τοῦτο 26Εἰ μὴ τὰ αἵματα Ναβουθαὶ καὶ τὰ αἵματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές, φησὶν Κύριος· καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, φησὶν Κυρίος. καὶ νῦν ἄρας δὴ ῥίψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα Κύριου.

27καὶ Ὀχοζείας βασιλεὺς Ἰούδα εἶδεν, καὶ ἔφυγεν ὁδὸν Βαιθάν· καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Εἰοὺ καὶ εἶπεν Καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν πρὸς τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαί, ἥ ἐστιν Ἐκβλαάμ· καὶ ἔφυγεν εἰς Μαγεδαών, καὶ ἀπέθανεν ἐκεῖ. 28καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες αὐτοῦ ἐπὶ τὸ ἅρμα καὶ ἤγαγον αὐτὸν εἰς Ἰερουσαλήμ, καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυείδ.

29Καὶ ἐν ἔτει ἑνδεκάτῳ Ἰωρὰμ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζείας ἐπὶ Ἰούδαν.

The Murder of Jezebel

30Καὶ ἦλθεν Εἰοὺ ἐπὶ Ἰσραήλ· καὶ Ἰεζάβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνεν τὴν κεφαλὴν αὐτῆς, καὶ διέκυψεν διὰ τῆς θυρίδος. 31καὶ Εἰοὺ εἰσεπορεύετο ἐν τῇ πόλει, καὶ εἶπεν Ἦ εἰρήνη, Ζαμβρεί, ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ; 32καὶ ἐπῆρεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτήν, καὶ εἶπεν Τίς εἶ σύ; κατάβηθι μετ᾽ ἐμοῦ· καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι.

33καὶ εἶπεν Κυλίσατε αὐτήν· καὶ ἐκύλισαν αὐτήν, καὶ ἐραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν. 34καὶ εἰσῆλθεν καὶ ἔφαγεν καὶ ἔπιεν, καὶ εἶπεν Ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν, ὅτι θυγάτηρ βασιλέως ἐστίν. 35καὶ ἐπορεύθησαν θάψαι αὐτήν, καὶ οὐχ εὗρον ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν χειρῶν. 36καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ, καὶ εἶπεν Λόγος Κυρίου ὃν ἐλάλησεν ἐν χειρὶ Ἠλειοὺ τοῦ Θεσβείτου λέγων Ἐν τῇ μερίδι Ἰσραὴλ καταφάγονται οἱ κύνες τὰς σάρκας Ἰεζάβελ. 37καὶ ἔσται τὸ θνησιμαῖον Ἰεζάβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ἰσραήλ, ὥστε μὴ εἰπεῖν αὐτούς Ἰεζάβελ.

LXX-Swete-1930 courtesy of Eliran Wong. [BibleBento.com].

https://github.com/eliranwong/NES-Swete-1930 GNU General Public License v3.0

THE OLD TESTAMENT IN GREEK ACCORDING TO THE SEPTUAGINT edited by HENRY BARCLAY SWETE D.D.
VOL. I - GENESIS–IV KINGS - Fourth Edition, 1909 - Reprinted 1925 VOL. II - I CRONICLES–TOBIT - Third Edition, 1907 VOL. III - HOSEA–IV MACCABEES - Fourth Edition, 1912 - Reprinted 1930
CAMBRIDGE AT THE UNIVERSITY PRESS

Versification has been modified to correspond with modern English texts. Section Headings Courtesy Bible Hub.

2 Kings 8
Top of Page
Top of Page