1 Τὸ λοιπόν ἀδελφοί μου χαίρετε ἐν Κυρίῳ τὰ αὐτὰ γράφειν ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν ὑμῖν δὲ ἀσφαλές

2 Βλέπετε τοὺς κύνας βλέπετε τοὺς κακοὺς ἐργάτας βλέπετε τὴν κατατομήν

3 ἡμεῖς γάρ ἐσμεν περιτομή οἱ Πνεύματι Θεοῦ λατρεύοντες καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες

4 καίπερ ἐγὼ ἔχων πεποίθησιν καὶ ἐν σαρκί Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκί ἐγὼ μᾶλλον

5 περιτομῇ ὀκταήμερος ἐκ γένους Ἰσραήλ φυλῆς Βενιαμίν Ἑβραῖος ἐξ Ἑβραίων κατὰ νόμον Φαρισαῖος

6 κατὰ ζῆλος διώκων τὴν ἐκκλησίαν κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος

7 Ἀλλὰ ἅτινα ἦν μοι κέρδη ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν

8 ἀλλὰ μὲν‿ οὖν‿ γε καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου μου δι’ ὃν τὰ πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα ἵνα Χριστὸν κερδήσω

9 καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει

Philippians 3:1-9, Hebrew & Greek Study Bible. Public domain.
Philippians 2
Top of Page
Top of Page
Copied